τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἑκάεργος
Ἀπόλλων
·
θάρσει
νῦν
·
τοῖόν
τοι
ἀοσσητῆρα
Κρονίων
ἐξ
Ἴδης
προέηκε
παρεστάμεναι
καὶ
ἀμύνειν
255
Φοῖβον
Ἀπόλλωνα
χρυσάορον
,
ὅς
σε
πάρος
περ
ῥύομʼ
,
ὁμῶς
αὐτόν
τε
καὶ
αἰπεινὸν
πτολίεθρον
.
ἀλλʼ
ἄγε
νῦν
ἱππεῦσιν
ἐπότρυνον
πολέεσσι
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐλαυνέμεν
ὠκέας
ἵππους
·
αὐτὰρ
ἐγὼ
προπάροιθε
κιὼν
ἵπποισι
κέλευθον
260
πᾶσαν
λειανέω
,
τρέψω
δʼ
ἥρωας
Ἀχαιούς
.
ὣς
εἰπὼν
ἔμπνευσε
μένος
μέγα
ποιμένι
λαῶν
.
ὡς
δʼ
ὅτε
τις
στατὸς
ἵππος
ἀκοστήσας
ἐπὶ
φάτνῃ
δεσμὸν
ἀπορρήξας
θείῃ
πεδίοιο
κροαίνων
εἰωθὼς
λούεσθαι
ἐϋρρεῖος
ποταμοῖο
265
κυδιόων
·
ὑψοῦ
δὲ
κάρη
ἔχει
,
ἀμφὶ
δὲ
χαῖται
ὤμοις
ἀΐσσονται
·
ὃ
δʼ
ἀγλαΐηφι
πεποιθὼς
ῥίμφά
ἑ
γοῦνα
φέρει
μετά
τʼ
ἤθεα
καὶ
νομὸν
ἵππων
·
ὣς
Ἕκτωρ
λαιψηρὰ
πόδας
καὶ
γούνατʼ
ἐνώμα
ὀτρύνων
ἱππῆας
,
ἐπεὶ
θεοῦ
ἔκλυεν
αὐδήν
.
270
οἳ
δʼ
ὥς
τʼ
ἢ
ἔλαφον
κεραὸν
ἢ
ἄγριον
αἶγα
ἐσσεύαντο
κύνες
τε
καὶ
ἀνέρες
ἀγροιῶται
·
τὸν
μέν
τʼ
ἠλίβατος
πέτρη
καὶ
δάσκιος
ὕλη
εἰρύσατʼ
,
οὐδʼ
ἄρα
τέ
σφι
κιχήμεναι
αἴσιμον
ἦεν
·
τῶν
δέ
θʼ
ὑπὸ
ἰαχῆς
ἐφάνη
λὶς
ἠϋγένειος
275
εἰς
ὁδόν
,
αἶψα
δὲ
πάντας
ἀπέτραπε
καὶ
μεμαῶτας
·
ὣς
Δαναοὶ
εἷος
μὲν
ὁμιλαδὸν
αἰὲν
ἕποντο
νύσσοντες
ξίφεσίν
τε
καὶ
ἔγχεσιν
ἀμφιγύοισιν
·
αὐτὰρ
ἐπεὶ
ἴδον
Ἕκτορʼ
ἐποιχόμενον
στίχας
ἀνδρῶν
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.