τοῖον
Ζεὺς
ἐπὶ
Πατρόκλῳ
ἀνδρῶν
τε
καὶ
ἵππων
400
ἤματι
τῷ
ἐτάνυσσε
κακὸν
πόνον
·
οὐδʼ
ἄρα
πώ
τι
ᾔδεε
Πάτροκλον
τεθνηότα
δῖος
Ἀχιλλεύς
·
πολλὸν
γὰρ
ῥʼ
ἀπάνευθε
νεῶν
μάρναντο
θοάων
τείχει
ὕπο
Τρώων
·
τό
μιν
οὔ
ποτε
ἔλπετο
θυμῷ
τεθνάμεν
,
ἀλλὰ
ζωὸν
ἐνιχριμφθέντα
πύλῃσιν
405
ἂψ
ἀπονοστήσειν
,
ἐπεὶ
οὐδὲ
τὸ
ἔλπετο
πάμπαν
ἐκπέρσειν
πτολίεθρον
ἄνευ
ἕθεν
,
οὐδὲ
σὺν
αὐτῷ
·
πολλάκι
γὰρ
τό
γε
μητρὸς
ἐπεύθετο
νόσφιν
ἀκούων
,
ἥ
οἱ
ἀπαγγέλλεσκε
Διὸς
μεγάλοιο
νόημα
.
δὴ
τότε
γʼ
οὔ
οἱ
ἔειπε
κακὸν
τόσον
ὅσσον
ἐτύχθη
410
μήτηρ
,
ὅττί
ῥά
οἱ
πολὺ
φίλτατος
ὤλεθʼ
ἑταῖρος
.
οἳ
δʼ
αἰεὶ
περὶ
νεκρὸν
ἀκαχμένα
δούρατʼ
ἔχοντες
νωλεμὲς
ἐγχρίμπτοντο
καὶ
ἀλλήλους
ἐνάριζον
·
ὧδε
δέ
τις
εἴπεσκεν
Ἀχαιῶν
χαλκοχιτώνων
·
ὦ
φίλοι
οὐ
μὰν
ἧμιν
ἐϋκλεὲς
ἀπονέεσθαι
415
νῆας
ἔπι
γλαφυράς
,
ἀλλʼ
αὐτοῦ
γαῖα
μέλαινα
πᾶσι
χάνοι
·
τό
κεν
ἧμιν
ἄφαρ
πολὺ
κέρδιον
εἴη
εἰ
τοῦτον
Τρώεσσι
μεθήσομεν
ἱπποδάμοισιν
ἄστυ
πότι
σφέτερον
ἐρύσαι
καὶ
κῦδος
ἀρέσθαι
.
ὣς
δέ
τις
αὖ
Τρώων
μεγαθύμων
αὐδήσασκεν
·
420
ὦ
φίλοι
,
εἰ
καὶ
μοῖρα
παρʼ
ἀνέρι
τῷδε
δαμῆναι
πάντας
ὁμῶς
,
μή
πώ
τις
ἐρωείτω
πολέμοιο
.
ὣς
ἄρα
τις
εἴπεσκε
,
μένος
δʼ
ὄρσασκεν
ἑκάστου
.
ὣς
οἳ
μὲν
μάρναντο
,
σιδήρειος
δʼ
ὀρυμαγδὸς
χάλκεον
οὐρανὸν
ἷκε
διʼ
αἰθέρος
ἀτρυγέτοιο
·
425
ἵπποι
δʼ
Αἰακίδαο
μάχης
ἀπάνευθεν
ἐόντες
κλαῖον
,
ἐπεὶ
δὴ
πρῶτα
πυθέσθην
ἡνιόχοιο
ἐν
κονίῃσι
πεσόντος
ὑφʼ
Ἕκτορος
ἀνδροφόνοιο
.
ἦ
μὰν
Αὐτομέδων
Διώρεος
ἄλκιμος
υἱὸς
πολλὰ
μὲν
ἂρ
μάστιγι
θοῇ
ἐπεμαίετο
θείνων
,
430
πολλὰ
δὲ
μειλιχίοισι
προσηύδα
,
πολλὰ
δʼ
ἀρειῇ
·
τὼ
δʼ
οὔτʼ
ἂψ
ἐπὶ
νῆας
ἐπὶ
πλατὺν
Ἑλλήσποντον
ἠθελέτην
ἰέναι
οὔτʼ
ἐς
πόλεμον
μετʼ
Ἀχαιούς
,
ἀλλʼ
ὥς
τε
στήλη
μένει
ἔμπεδον
,
ἥ
τʼ
ἐπὶ
τύμβῳ
ἀνέρος
ἑστήκῃ
τεθνηότος
ἠὲ
γυναικός
,
435
ὣς
μένον
ἀσφαλέως
περικαλλέα
δίφρον
ἔχοντες
οὔδει
ἐνισκίμψαντε
καρήατα
·
δάκρυα
δέ
σφι
θερμὰ
κατὰ
βλεφάρων
χαμάδις
ῥέε
μυρομένοισιν
ἡνιόχοιο
πόθῳ
·
θαλερὴ
δʼ
ἐμιαίνετο
χαίτη
ζεύγλης
ἐξεριποῦσα
παρὰ
ζυγὸν
ἀμφοτέρωθεν
.
440
μυρομένω
δʼ
ἄρα
τώ
γε
ἰδὼν
ἐλέησε
Κρονίων
,
κινήσας
δὲ
κάρη
προτὶ
ὃν
μυθήσατο
θυμόν
·
ἆ
δειλώ
,
τί
σφῶϊ
δόμεν
Πηλῆϊ
ἄνακτι
θνητῷ
,
ὑμεῖς
δʼ
ἐστὸν
ἀγήρω
τʼ
ἀθανάτω
τε
;
ἦ
ἵνα
δυστήνοισι
μετʼ
ἀνδράσιν
ἄλγεʼ
ἔχητον
;
445
οὐ
μὲν
γάρ
τί
πού
ἐστιν
ὀϊζυρώτερον
ἀνδρὸς
πάντων
,
ὅσσά
τε
γαῖαν
ἔπι
πνείει
τε
καὶ
ἕρπει
.
ἀλλʼ
οὐ
μὰν
ὑμῖν
γε
καὶ
ἅρμασι
δαιδαλέοισιν
Ἕκτωρ
Πριαμίδης
ἐποχήσεται
·
οὐ
γὰρ
ἐάσω
.
ἦ
οὐχ
ἅλις
ὡς
καὶ
τεύχεʼ
ἔχει
καὶ
ἐπεύχεται
αὔτως
;
450
σφῶϊν
δʼ
ἐν
γούνεσσι
βαλῶ
μένος
ἠδʼ
ἐνὶ
θυμῷ
,
ὄφρα
καὶ
Αὐτομέδοντα
σαώσετον
ἐκ
πολέμοιο
νῆας
ἔπι
γλαφυράς
·
ἔτι
γάρ
σφισι
κῦδος
ὀρέξω
κτείνειν
,
εἰς
ὅ
κε
νῆας
ἐϋσσέλμους
ἀφίκωνται
δύῃ
τʼ
ἠέλιος
καὶ
ἐπὶ
κνέφας
ἱερὸν
ἔλθῃ
·
455
ὣς
εἰπὼν
ἵπποισιν
ἐνέπνευσεν
μένος
ἠΰ
.
τὼ
δʼ
ἀπὸ
χαιτάων
κονίην
οὖδας
δὲ
βαλόντε
ῥίμφα
φέρον
θοὸν
ἅρμα
μετὰ
Τρῶας
καὶ
Ἀχαιούς
.
τοῖσι
δʼ
ἐπʼ
Αὐτομέδων
μάχετʼ
ἀχνύμενός
περ
ἑταίρου
ἵπποις
ἀΐσσων
ὥς
τʼ
αἰγυπιὸς
μετὰ
χῆνας
·
460
ῥέα
μὲν
γὰρ
φεύγεσκεν
ὑπʼ
ἐκ
Τρώων
ὀρυμαγδοῦ
,
ῥεῖα
δʼ
ἐπαΐξασκε
πολὺν
καθʼ
ὅμιλον
ὀπάζων
.
ἀλλʼ
οὐχ
ᾕρει
φῶτας
ὅτε
σεύαιτο
διώκειν
·
οὐ
γάρ
πως
ἦν
οἶον
ἐόνθʼ
ἱερῷ
ἐνὶ
δίφρῳ
ἔγχει
ἐφορμᾶσθαι
καὶ
ἐπίσχειν
ὠκέας
ἵππους
.
465
ὀψὲ
δὲ
δή
μιν
ἑταῖρος
ἀνὴρ
ἴδεν
ὀφθαλμοῖσιν
Ἀλκιμέδων
υἱὸς
Λαέρκεος
Αἱμονίδαο
·
στῆ
δʼ
ὄπιθεν
δίφροιο
καὶ
Αὐτομέδοντα
προσηύδα
·
Αὐτόμεδον
,
τίς
τοί
νυ
θεῶν
νηκερδέα
βουλὴν
ἐν
στήθεσσιν
ἔθηκε
,
καὶ
ἐξέλετο
φρένας
ἐσθλάς
;
470
οἷον
πρὸς
Τρῶας
μάχεαι
πρώτῳ
ἐν
ὁμίλῳ
μοῦνος
·
ἀτάρ
τοι
ἑταῖρος
ἀπέκτατο
,
τεύχεα
δʼ
Ἕκτωρ
αὐτὸς
ἔχων
ὤμοισιν
ἀγάλλεται
Αἰακίδαο
.
τὸν
δʼ
αὖτʼ
Αὐτομέδων
προσέφη
Διώρεος
υἱός
·
Ἀλκίμεδον
τίς
γάρ
τοι
Ἀχαιῶν
ἄλλος
ὁμοῖος
475
ἵππων
ἀθανάτων
ἐχέμεν
δμῆσίν
τε
μένος
τε
,
εἰ
μὴ
Πάτροκλος
θεόφιν
μήστωρ
ἀτάλαντος
ζωὸς
ἐών
;
νῦν
αὖ
θάνατος
καὶ
μοῖρα
κιχάνει
.
ἀλλὰ
σὺ
μὲν
μάστιγα
καὶ
ἡνία
σιγαλόεντα
δέξαι
,
ἐγὼ
δʼ
ἵππων
ἀποβήσομαι
,
ὄφρα
μάχωμαι
.
480
ὣς
ἔφατʼ
,
Ἀλκιμέδων
δὲ
βοηθόον
ἅρμʼ
ἐπορούσας
καρπαλίμως
μάστιγα
καὶ
ἡνία
λάζετο
χερσίν
,
Αὐτομέδων
δʼ
ἀπόρουσε
·
νόησε
δὲ
φαίδιμος
Ἕκτωρ
,
αὐτίκα
δʼ
Αἰνείαν
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
Αἰνεία
Τρώων
βουληφόρε
χαλκοχιτώνων
485
ἵππω
τώδʼ
ἐνόησα
ποδώκεος
Αἰακίδαο
ἐς
πόλεμον
προφανέντε
σὺν
ἡνιόχοισι
κακοῖσι
·
τώ
κεν
ἐελποίμην
αἱρησέμεν
,
εἰ
σύ
γε
θυμῷ
σῷ
ἐθέλεις
,
ἐπεὶ
οὐκ
ἂν
ἐφορμηθέντε
γε
νῶϊ
τλαῖεν
ἐναντίβιον
στάντες
μαχέσασθαι
Ἄρηϊ
.
490
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησεν
ἐῢς
πάϊς
Ἀγχίσαο
.
τὼ
δʼ
ἰθὺς
βήτην
βοέῃς
εἰλυμένω
ὤμους
αὔῃσι
στερεῇσι
·
πολὺς
δʼ
ἐπελήλατο
χαλκός
.
τοῖσι
δʼ
ἅμα
Χρομίος
τε
καὶ
Ἄρητος
θεοειδὴς
ἤϊσαν
ἀμφότεροι
·
μάλα
δέ
σφισιν
ἔλπετο
θυμὸς
495
αὐτώ
τε
κτενέειν
ἐλάαν
τʼ
ἐριαύχενας
ἵππους
νήπιοι
,
οὐδʼ
ἄρʼ
ἔμελλον
ἀναιμωτί
γε
νέεσθαι
αὖτις
ἀπʼ
Αὐτομέδοντος
.
ὃ
δʼ
εὐξάμενος
Διὶ
πατρὶ
ἀλκῆς
καὶ
σθένεος
πλῆτο
φρένας
ἀμφὶ
μελαίνας
·
αὐτίκα
δʼ
Ἀλκιμέδοντα
προσηύδα
πιστὸν
ἑταῖρον
·
500
Ἀλκίμεδον
μὴ
δή
μοι
ἀπόπροθεν
ἰσχέμεν
ἵππους
,
ἀλλὰ
μάλʼ
ἐμπνείοντε
μεταφρένῳ
·
οὐ
γὰρ
ἔγωγε
Ἕκτορα
Πριαμίδην
μένεος
σχήσεσθαι
ὀΐω
,
πρίν
γʼ
ἐπʼ
Ἀχιλλῆος
καλλίτριχε
βήμεναι
ἵππω
νῶϊ
κατακτείναντα
,
φοβῆσαί
τε
στίχας
ἀνδρῶν
505
Ἀργείων
,
ἤ
κʼ
αὐτὸς
ἐνὶ
πρώτοισιν
ἁλοίη
.
ὣς
εἰπὼν
Αἴαντε
καλέσσατο
καὶ
Μενέλαον
·
Αἴαντʼ
Ἀργείων
ἡγήτορε
καὶ
Μενέλαε
ἤτοι
μὲν
τὸν
νεκρὸν
ἐπιτράπεθʼ
οἵ
περ
ἄριστοι
ἀμφʼ
αὐτῷ
βεβάμεν
καὶ
ἀμύνεσθαι
στίχας
ἀνδρῶν
,
510
νῶϊν
δὲ
ζωοῖσιν
ἀμύνετε
νηλεὲς
ἦμαρ
·
τῇδε
γὰρ
ἔβρισαν
πόλεμον
κάτα
δακρυόεντα
Ἕκτωρ
Αἰνείας
θʼ
,
οἳ
Τρώων
εἰσὶν
ἄριστοι
.
ἀλλʼ
ἤτοι
μὲν
ταῦτα
θεῶν
ἐν
γούνασι
κεῖται
·
ἥσω
γὰρ
καὶ
ἐγώ
,
τὰ
δέ
κεν
Διὶ
πάντα
μελήσει
.
515
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.