ἔνθʼ
ἄλλοι
Τρῶες
τηλεκλειτοί
τʼ
ἐπίκουροι
βουλῇ
Πουλυδάμαντος
ἀμωμήτοιο
πίθοντο
·
ἀλλʼ
οὐχ
Ὑρτακίδης
ἔθελʼ
Ἄσιος
ὄρχαμος
ἀνδρῶν
110
αὖθι
λιπεῖν
ἵππους
τε
καὶ
ἡνίοχον
θεράποντα
,
ἀλλὰ
σὺν
αὐτοῖσιν
πέλασεν
νήεσσι
θοῇσι
νήπιος
,
οὐδʼ
ἄρʼ
ἔμελλε
κακὰς
ὑπὸ
κῆρας
ἀλύξας
ἵπποισιν
καὶ
ὄχεσφιν
ἀγαλλόμενος
παρὰ
νηῶν
ἂψ
ἀπονοστήσειν
προτὶ
Ἴλιον
ἠνεμόεσσαν
·
115
πρόσθεν
γάρ
μιν
μοῖρα
δυσώνυμος
ἀμφεκάλυψεν
ἔγχεϊ
Ἰδομενῆος
ἀγαυοῦ
Δευκαλίδαο
.
εἴσατο
γὰρ
νηῶν
ἐπʼ
ἀριστερά
,
τῇ
περ
Ἀχαιοὶ
ἐκ
πεδίου
νίσοντο
σὺν
ἵπποισιν
καὶ
ὄχεσφι
·
τῇ
ῥʼ
ἵππους
τε
καὶ
ἅρμα
διήλασεν
,
οὐδὲ
πύλῃσιν
120
εὗρʼ
ἐπικεκλιμένας
σανίδας
καὶ
μακρὸν
ὀχῆα
,
ἀλλʼ
ἀναπεπταμένας
ἔχον
ἀνέρες
,
εἴ
τινʼ
ἑταίρων
ἐκ
πολέμου
φεύγοντα
σαώσειαν
μετὰ
νῆας
.
τῇ
ῥʼ
ἰθὺς
φρονέων
ἵππους
ἔχε
,
τοὶ
δʼ
ἅμʼ
ἕποντο
ὀξέα
κεκλήγοντες
·
ἔφαντο
γὰρ
οὐκ
ἔτʼ
Ἀχαιοὺς
125
σχήσεσθʼ
,
ἀλλʼ
ἐν
νηυσὶ
μελαίνῃσιν
πεσέεσθαι
νήπιοι
,
ἐν
δὲ
πύλῃσι
δύʼ
ἀνέρας
εὗρον
ἀρίστους
υἷας
ὑπερθύμους
Λαπιθάων
αἰχμητάων
,
τὸν
μὲν
Πειριθόου
υἷα
κρατερὸν
Πολυποίτην
,
τὸν
δὲ
Λεοντῆα
βροτολοιγῷ
ἶσον
Ἄρηϊ
.
130
τὼ
μὲν
ἄρα
προπάροιθε
πυλάων
ὑψηλάων
ἕστασαν
ὡς
ὅτε
τε
δρύες
οὔρεσιν
ὑψικάρηνοι
,
αἵ
τʼ
ἄνεμον
μίμνουσι
καὶ
ὑετὸν
ἤματα
πάντα
ῥίζῃσιν
μεγάλῃσι
διηνεκέεσσʼ
ἀραρυῖαι
·
ὣς
ἄρα
τὼ
χείρεσσι
πεποιθότες
ἠδὲ
βίηφι
135
μίμνον
ἐπερχόμενον
μέγαν
Ἄσιον
οὐδὲ
φέβοντο
.
οἳ
δʼ
ἰθὺς
πρὸς
τεῖχος
ἐΰδμητον
βόας
αὔας
ὑψόσʼ
ἀνασχόμενοι
ἔκιον
μεγάλῳ
ἀλαλητῷ
Ἄσιον
ἀμφὶ
ἄνακτα
καὶ
Ἰαμενὸν
καὶ
Ὀρέστην
Ἀσιάδην
τʼ
Ἀδάμαντα
Θόωνά
τε
Οἰνόμαόν
τε
.
140
οἳ
δʼ
ἤτοι
εἷος
μὲν
ἐϋκνήμιδας
Ἀχαιοὺς
ὄρνυον
ἔνδον
ἐόντες
ἀμύνεσθαι
περὶ
νηῶν
·
αὐτὰρ
ἐπεὶ
δὴ
τεῖχος
ἐπεσσυμένους
ἐνόησαν
Τρῶας
,
ἀτὰρ
Δαναῶν
γένετο
ἰαχή
τε
φόβος
τε
,
ἐκ
δὲ
τὼ
ἀΐξαντε
πυλάων
πρόσθε
μαχέσθην
145
ἀγροτέροισι
σύεσσιν
ἐοικότε
,
τώ
τʼ
ἐν
ὄρεσσιν
ἀνδρῶν
ἠδὲ
κυνῶν
δέχαται
κολοσυρτὸν
ἰόντα
,
δοχμώ
τʼ
ἀΐσσοντε
περὶ
σφίσιν
ἄγνυτον
ὕλην
πρυμνὴν
ἐκτάμνοντες
,
ὑπαὶ
δέ
τε
κόμπος
ὀδόντων
γίγνεται
εἰς
ὅ
κέ
τίς
τε
βαλὼν
ἐκ
θυμὸν
ἕληται
·
150
ὣς
τῶν
κόμπει
χαλκὸς
ἐπὶ
στήθεσσι
φαεινὸς
ἄντην
βαλλομένων
·
μάλα
γὰρ
κρατερῶς
ἐμάχοντο
λαοῖσιν
καθύπερθε
πεποιθότες
ἠδὲ
βίηφιν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.