οὐδʼ
ἄρʼ
Ἀθηναίην
ἐλεφηράμενος
λάθʼ
Ἀπόλλων
Τυδεΐδην
,
μάλα
δʼ
ὦκα
μετέσσυτο
ποιμένα
λαῶν
,
δῶκε
δέ
οἱ
μάστιγα
,
μένος
δʼ
ἵπποισιν
ἐνῆκεν
·
390
ἣ
δὲ
μετʼ
Ἀδμήτου
υἱὸν
κοτέουσʼ
ἐβεβήκει
,
ἵππειον
δέ
οἱ
ἦξε
θεὰ
ζυγόν
·
αἳ
δέ
οἱ
ἵπποι
ἀμφὶς
ὁδοῦ
δραμέτην
,
ῥυμὸς
δʼ
ἐπὶ
γαῖαν
ἐλύσθη
.
αὐτὸς
δʼ
ἐκ
δίφροιο
παρὰ
τροχὸν
ἐξεκυλίσθη
,
ἀγκῶνάς
τε
περιδρύφθη
στόμα
τε
ῥῖνάς
τε
,
395
θρυλίχθη
δὲ
μέτωπον
ἐπʼ
ὀφρύσι
·
τὼ
δέ
οἱ
ὄσσε
δακρυόφι
πλῆσθεν
,
θαλερὴ
δέ
οἱ
ἔσχετο
φωνή
.
Τυδεΐδης
δὲ
παρατρέψας
ἔχε
μώνυχας
ἵππους
,
πολλὸν
τῶν
ἄλλων
ἐξάλμενος
·
ἐν
γὰρ
Ἀθήνη
ἵπποις
ἧκε
μένος
καὶ
ἐπʼ
αὐτῷ
κῦδος
ἔθηκε
.
400
τῷ
δʼ
ἄρʼ
ἐπʼ
Ἀτρεΐδης
εἶχε
ξανθὸς
Μενέλαος
.
Ἀντίλοχος
δʼ
ἵπποισιν
ἐκέκλετο
πατρὸς
ἑοῖο
·
ἔμβητον
καὶ
σφῶϊ
·
τιταίνετον
ὅττι
τάχιστα
.
ἤτοι
μὲν
κείνοισιν
ἐριζέμεν
οὔ
τι
κελεύω
Τυδεΐδεω
ἵπποισι
δαΐφρονος
,
οἷσιν
Ἀθήνη
405
νῦν
ὤρεξε
τάχος
καὶ
ἐπʼ
αὐτῷ
κῦδος
ἔθηκεν
·
ἵππους
δʼ
Ἀτρεΐδαο
κιχάνετε
,
μὴ
δὲ
λίπησθον
,
καρπαλίμως
,
μὴ
σφῶϊν
ἐλεγχείην
καταχεύῃ
Αἴθη
θῆλυς
ἐοῦσα
·
τί
ἢ
λείπεσθε
φέριστοι
;
ὧδε
γὰρ
ἐξερέω
,
καὶ
μὴν
τετελεσμένον
ἔσται
·
410
οὐ
σφῶϊν
κομιδὴ
παρὰ
Νέστορι
ποιμένι
λαῶν
ἔσσεται
,
αὐτίκα
δʼ
ὔμμε
κατακτενεῖ
ὀξέϊ
χαλκῷ
,
αἴ
κʼ
ἀποκηδήσαντε
φερώμεθα
χεῖρον
ἄεθλον
.
ἀλλʼ
ἐφομαρτεῖτον
καὶ
σπεύδετον
ὅττι
τάχιστα
·
ταῦτα
δʼ
ἐγὼν
αὐτὸς
τεχνήσομαι
ἠδὲ
νοήσω
415
στεινωπῷ
ἐν
ὁδῷ
παραδύμεναι
,
οὐδέ
με
λήσει
.
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
ἄνακτος
ὑποδείσαντες
ὁμοκλὴν
μᾶλλον
ἐπιδραμέτην
ὀλίγον
χρόνον
·
αἶψα
δʼ
ἔπειτα
στεῖνος
ὁδοῦ
κοίλης
ἴδεν
Ἀντίλοχος
μενεχάρμης
.
ῥωχμὸς
ἔην
γαίης
,
ᾗ
χειμέριον
ἀλὲν
ὕδωρ
420
ἐξέρρηξεν
ὁδοῖο
,
βάθυνε
δὲ
χῶρον
ἅπαντα
·
τῇ
ῥʼ
εἶχεν
Μενέλαος
ἁματροχιὰς
ἀλεείνων
.
Ἀντίλοχος
δὲ
παρατρέψας
ἔχε
μώνυχας
ἵππους
ἐκτὸς
ὁδοῦ
,
ὀλίγον
δὲ
παρακλίνας
ἐδίωκεν
.
Ἀτρεΐδης
δʼ
ἔδεισε
καὶ
Ἀντιλόχῳ
ἐγεγώνει
·
425
Ἀντίλοχʼ
ἀφραδέως
ἱππάζεαι
,
ἀλλʼ
ἄνεχʼ
ἵππους
·
στεινωπὸς
γὰρ
ὁδός
,
τάχα
δʼ
εὐρυτέρη
παρελάσσαι
·
μή
πως
ἀμφοτέρους
δηλήσεαι
ἅρματι
κύρσας
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.