αὐτὰρ
τόν
γε
ἄνακτα
ποδώκεα
Πηλεΐωνα
35
εἰς
Ἀγαμέμνονα
δῖον
ἄγον
βασιλῆες
Ἀχαιῶν
σπουδῇ
παρπεπιθόντες
ἑταίρου
χωόμενον
κῆρ
.
οἳ
δʼ
ὅτε
δὴ
κλισίην
Ἀγαμέμνονος
ἷξον
ἰόντες
,
αὐτίκα
κηρύκεσσι
λιγυφθόγγοισι
κέλευσαν
ἀμφὶ
πυρὶ
στῆσαι
τρίποδα
μέγαν
,
εἰ
πεπίθοιεν
40
Πηλεΐδην
λούσασθαι
ἄπο
βρότον
αἱματόεντα
.
αὐτὰρ
ὅ
γʼ
ἠρνεῖτο
στερεῶς
,
ἐπὶ
δʼ
ὅρκον
ὄμοσσεν
·
οὐ
μὰ
Ζῆνʼ
,
ὅς
τίς
τε
θεῶν
ὕπατος
καὶ
ἄριστος
,
οὐ
θέμις
ἐστὶ
λοετρὰ
καρήατος
ἆσσον
ἱκέσθαι
πρίν
γʼ
ἐνὶ
Πάτροκλον
θέμεναι
πυρὶ
σῆμά
τε
χεῦαι
45
κείρασθαί
τε
κόμην
,
ἐπεὶ
οὔ
μʼ
ἔτι
δεύτερον
ὧδε
ἵξετʼ
ἄχος
κραδίην
ὄφρα
ζωοῖσι
μετείω
.
ἀλλʼ
ἤτοι
νῦν
μὲν
στυγερῇ
πειθώμεθα
δαιτί
·
ἠῶθεν
δʼ
ὄτρυνον
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
ὕλην
τʼ
ἀξέμεναι
παρά
τε
σχεῖν
ὅσσʼ
ἐπιεικὲς
50
νεκρὸν
ἔχοντα
νέεσθαι
ὑπὸ
ζόφον
ἠερόεντα
,
ὄφρʼ
ἤτοι
τοῦτον
μὲν
ἐπιφλέγῃ
ἀκάματον
πῦρ
θᾶσσον
ἀπʼ
ὀφθαλμῶν
,
λαοὶ
δʼ
ἐπὶ
ἔργα
τράπωνται
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.