δεύτερον
αὖτʼ
Ὀδυσῆα
ἰδὼν
ἐρέεινʼ
ὁ
γεραιός
·
εἴπʼ
ἄγε
μοι
καὶ
τόνδε
φίλον
τέκος
ὅς
τις
ὅδʼ
ἐστί
·
μείων
μὲν
κεφαλῇ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
,
εὐρύτερος
δʼ
ὤμοισιν
ἰδὲ
στέρνοισιν
ἰδέσθαι
.
τεύχεα
μέν
οἱ
κεῖται
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
,
195
αὐτὸς
δὲ
κτίλος
ὣς
ἐπιπωλεῖται
στίχας
ἀνδρῶν
·
ἀρνειῷ
μιν
ἔγωγε
ἐΐσκω
πηγεσιμάλλῳ
,
ὅς
τʼ
οἰῶν
μέγα
πῶϋ
διέρχεται
ἀργεννάων
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειθʼ
Ἑλένη
Διὸς
ἐκγεγαυῖα
·
οὗτος
δʼ
αὖ
Λαερτιάδης
πολύμητις
Ὀδυσσεύς
,
200
ὃς
τράφη
ἐν
δήμῳ
Ἰθάκης
κραναῆς
περ
ἐούσης
εἰδὼς
παντοίους
τε
δόλους
καὶ
μήδεα
πυκνά
.
τὴν
δʼ
αὖτʼ
Ἀντήνωρ
πεπνυμένος
ἀντίον
ηὔδα
·
ὦ
γύναι
ἦ
μάλα
τοῦτο
ἔπος
νημερτὲς
ἔειπες
·
ἤδη
γὰρ
καὶ
δεῦρό
ποτʼ
ἤλυθε
δῖος
Ὀδυσσεὺς
205
σεῦ
ἕνεκʼ
ἀγγελίης
σὺν
ἀρηϊφίλῳ
Μενελάῳ
·
τοὺς
δʼ
ἐγὼ
ἐξείνισσα
καὶ
ἐν
μεγάροισι
φίλησα
,
ἀμφοτέρων
δὲ
φυὴν
ἐδάην
καὶ
μήδεα
πυκνά
.
ἀλλʼ
ὅτε
δὴ
Τρώεσσιν
ἐν
ἀγρομένοισιν
ἔμιχθεν
στάντων
μὲν
Μενέλαος
ὑπείρεχεν
εὐρέας
ὤμους
,
210
ἄμφω
δʼ
ἑζομένω
γεραρώτερος
ἦεν
Ὀδυσσεύς
·
ἀλλʼ
ὅτε
δὴ
μύθους
καὶ
μήδεα
πᾶσιν
ὕφαινον
ἤτοι
μὲν
Μενέλαος
ἐπιτροχάδην
ἀγόρευε
,
παῦρα
μὲν
ἀλλὰ
μάλα
λιγέως
,
ἐπεὶ
οὐ
πολύμυθος
οὐδʼ
ἀφαμαρτοεπής
·
ἦ
καὶ
γένει
ὕστερος
ἦεν
.
215
ἀλλʼ
ὅτε
δὴ
πολύμητις
ἀναΐξειεν
Ὀδυσσεὺς
στάσκεν
,
ὑπαὶ
δὲ
ἴδεσκε
κατὰ
χθονὸς
ὄμματα
πήξας
,
σκῆπτρον
δʼ
οὔτʼ
ὀπίσω
οὔτε
προπρηνὲς
ἐνώμα
,
ἀλλʼ
ἀστεμφὲς
ἔχεσκεν
ἀΐδρεϊ
φωτὶ
ἐοικώς
·
φαίης
κε
ζάκοτόν
τέ
τινʼ
ἔμμεναι
ἄφρονά
τʼ
αὔτως
.
220
ἀλλʼ
ὅτε
δὴ
ὄπα
τε
μεγάλην
ἐκ
στήθεος
εἵη
καὶ
ἔπεα
νιφάδεσσιν
ἐοικότα
χειμερίῃσιν
,
οὐκ
ἂν
ἔπειτʼ
Ὀδυσῆΐ
γʼ
ἐρίσσειε
βροτὸς
ἄλλος
·
οὐ
τότε
γʼ
ὧδʼ
Ὀδυσῆος
ἀγασσάμεθʼ
εἶδος
ἰδόντες
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.