ὣς
τοὺς
ἀμφοτέρους
μάκαρες
θεοὶ
ὀτρύνοντες
σύμβαλον
,
ἐν
δʼ
αὐτοῖς
ἔριδα
ῥήγνυντο
βαρεῖαν
·
55
δεινὸν
δὲ
βρόντησε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
ὑψόθεν
·
αὐτὰρ
νέρθε
Ποσειδάων
ἐτίναξε
γαῖαν
ἀπειρεσίην
ὀρέων
τʼ
αἰπεινὰ
κάρηνα
.
πάντες
δʼ
ἐσσείοντο
πόδες
πολυπίδακος
Ἴδης
καὶ
κορυφαί
,
Τρώων
τε
πόλις
καὶ
νῆες
Ἀχαιῶν
.
60
ἔδεισεν
δʼ
ὑπένερθεν
ἄναξ
ἐνέρων
Ἀϊδωνεύς
,
δείσας
δʼ
ἐκ
θρόνου
ἆλτο
καὶ
ἴαχε
,
μή
οἱ
ὕπερθε
γαῖαν
ἀναρρήξειε
Ποσειδάων
ἐνοσίχθων
,
οἰκία
δὲ
θνητοῖσι
καὶ
ἀθανάτοισι
φανείη
σμερδαλέʼ
εὐρώεντα
,
τά
τε
στυγέουσι
θεοί
περ
·
65
τόσσος
ἄρα
κτύπος
ὦρτο
θεῶν
ἔριδι
ξυνιόντων
.
ἤτοι
μὲν
γὰρ
ἔναντα
Ποσειδάωνος
ἄνακτος
ἵστατʼ
Ἀπόλλων
Φοῖβος
ἔχων
ἰὰ
πτερόεντα
,
ἄντα
δʼ
Ἐνυαλίοιο
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
Ἥρῃ
δʼ
ἀντέστη
χρυσηλάκατος
κελαδεινὴ
70
Ἄρτεμις
ἰοχέαιρα
κασιγνήτη
ἑκάτοιο
·
Λητοῖ
δʼ
ἀντέστη
σῶκος
ἐριούνιος
Ἑρμῆς
,
ἄντα
δʼ
ἄρʼ
Ἡφαίστοιο
μέγας
ποταμὸς
βαθυδίνης
,
ὃν
Ξάνθον
καλέουσι
θεοί
,
ἄνδρες
δὲ
Σκάμανδρον
.
ὣς
οἳ
μὲν
θεοὶ
ἄντα
θεῶν
ἴσαν
·
αὐτὰρ
Ἀχιλλεὺς
75
Ἕκτορος
ἄντα
μάλιστα
λιλαίετο
δῦναι
ὅμιλον
Πριαμίδεω
·
τοῦ
γάρ
ῥα
μάλιστά
ἑ
θυμὸς
ἀνώγει
αἵματος
ἆσαι
Ἄρηα
ταλαύρινον
πολεμιστήν
.
Αἰνείαν
δʼ
ἰθὺς
λαοσσόος
ὦρσεν
Ἀπόλλων
ἀντία
Πηλεΐωνος
,
ἐνῆκε
δέ
οἱ
μένος
ἠΰ
·
80
υἱέϊ
δὲ
Πριάμοιο
Λυκάονι
εἴσατο
φωνήν
·
τῷ
μιν
ἐεισάμενος
προσέφη
Διὸς
υἱὸς
Ἀπόλλων
·
Αἰνεία
Τρώων
βουληφόρε
ποῦ
τοι
ἀπειλαὶ
ἃς
Τρώων
βασιλεῦσιν
ὑπίσχεο
οἰνοποτάζων
Πηλεΐδεω
Ἀχιλῆος
ἐναντίβιον
πολεμίξειν
;
85
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.