οἳ
μὲν
ἔπειτʼ
ἀναβάντες
ἐπέπλεον
ὑγρὰ
κέλευθα
,
λαοὺς
δʼ
Ἀτρεΐδης
ἀπολυμαίνεσθαι
ἄνωγεν
·
οἳ
δʼ
ἀπελυμαίνοντο
καὶ
εἰς
ἅλα
λύματα
βάλλον
,
ἕρδον
δʼ
Ἀπόλλωνι
τεληέσσας
ἑκατόμβας
315
ταύρων
ἠδʼ
αἰγῶν
παρὰ
θῖνʼ
ἁλὸς
ἀτρυγέτοιο
·
κνίση
δʼ
οὐρανὸν
ἷκεν
ἑλισσομένη
περὶ
καπνῷ
.
ὣς
οἳ
μὲν
τὰ
πένοντο
κατὰ
στρατόν
·
οὐδʼ
Ἀγαμέμνων
λῆγʼ
ἔριδος
τὴν
πρῶτον
ἐπηπείλησʼ
Ἀχιλῆϊ
,
ἀλλʼ
ὅ
γε
Ταλθύβιόν
τε
καὶ
Εὐρυβάτην
προσέειπε
,
320
τώ
οἱ
ἔσαν
κήρυκε
καὶ
ὀτρηρὼ
θεράποντε
·
ἔρχεσθον
κλισίην
Πηληϊάδεω
Ἀχιλῆος
·
χειρὸς
ἑλόντʼ
ἀγέμεν
Βρισηΐδα
καλλιπάρῃον
·
εἰ
δέ
κε
μὴ
δώῃσιν
ἐγὼ
δέ
κεν
αὐτὸς
ἕλωμαι
ἐλθὼν
σὺν
πλεόνεσσι
·
τό
οἱ
καὶ
ῥίγιον
ἔσται
.
325
ὣς
εἰπὼν
προΐει
,
κρατερὸν
δʼ
ἐπὶ
μῦθον
ἔτελλε
·
τὼ
δʼ
ἀέκοντε
βάτην
παρὰ
θῖνʼ
ἁλὸς
ἀτρυγέτοιο
,
Μυρμιδόνων
δʼ
ἐπί
τε
κλισίας
καὶ
νῆας
ἱκέσθην
,
τὸν
δʼ
εὗρον
παρά
τε
κλισίῃ
καὶ
νηῒ
μελαίνῃ
ἥμενον
·
οὐδʼ
ἄρα
τώ
γε
ἰδὼν
γήθησεν
Ἀχιλλεύς
.
330
τὼ
μὲν
ταρβήσαντε
καὶ
αἰδομένω
βασιλῆα
στήτην
,
οὐδέ
τί
μιν
προσεφώνεον
οὐδʼ
ἐρέοντο
·
αὐτὰρ
ὃ
ἔγνω
ᾗσιν
ἐνὶ
φρεσὶ
φώνησέν
τε
·
χαίρετε
κήρυκες
Διὸς
ἄγγελοι
ἠδὲ
καὶ
ἀνδρῶν
,
ἆσσον
ἴτʼ
·
οὔ
τί
μοι
ὔμμες
ἐπαίτιοι
ἀλλʼ
Ἀγαμέμνων
,
335
ὃ
σφῶϊ
προΐει
Βρισηΐδος
εἵνεκα
κούρης
.
ἀλλʼ
ἄγε
διογενὲς
Πατρόκλεες
ἔξαγε
κούρην
καί
σφωϊν
δὸς
ἄγειν
·
τὼ
δʼ
αὐτὼ
μάρτυροι
ἔστων
πρός
τε
θεῶν
μακάρων
πρός
τε
θνητῶν
ἀνθρώπων
καὶ
πρὸς
τοῦ
βασιλῆος
ἀπηνέος
εἴ
ποτε
δʼ
αὖτε
340
χρειὼ
ἐμεῖο
γένηται
ἀεικέα
λοιγὸν
ἀμῦναι
τοῖς
ἄλλοις
·
ἦ
γὰρ
ὅ
γʼ
ὀλοιῇσι
φρεσὶ
θύει
,
οὐδέ
τι
οἶδε
νοῆσαι
ἅμα
πρόσσω
καὶ
ὀπίσσω
,
ὅππως
οἱ
παρὰ
νηυσὶ
σόοι
μαχέοιντο
Ἀχαιοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.