ἱππεῦσιν
μὲν
πρῶτα
ποδώκεσιν
ἀγλάʼ
ἄεθλα
θῆκε
γυναῖκα
ἄγεσθαι
ἀμύμονα
ἔργα
ἰδυῖαν
καὶ
τρίποδʼ
ὠτώεντα
δυωκαιεικοσίμετρον
τῷ
πρώτῳ
·
ἀτὰρ
αὖ
τῷ
δευτέρῳ
ἵππον
ἔθηκεν
265
ἑξέτεʼ
ἀδμήτην
βρέφος
ἡμίονον
κυέουσαν
·
αὐτὰρ
τῷ
τριτάτῳ
ἄπυρον
κατέθηκε
λέβητα
καλὸν
τέσσαρα
μέτρα
κεχανδότα
λευκὸν
ἔτʼ
αὔτως
·
τῷ
δὲ
τετάρτῳ
θῆκε
δύω
χρυσοῖο
τάλαντα
,
πέμπτῳ
δʼ
ἀμφίθετον
φιάλην
ἀπύρωτον
ἔθηκε
.
270
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
Ἀτρεΐδη
τε
καὶ
ἄλλοι
ἐϋκνήμιδες
Ἀχαιοὶ
ἱππῆας
τάδʼ
ἄεθλα
δεδεγμένα
κεῖτʼ
ἐν
ἀγῶνι
.
εἰ
μὲν
νῦν
ἐπὶ
ἄλλῳ
ἀεθλεύοιμεν
Ἀχαιοὶ
ἦ
τʼ
ἂν
ἐγὼ
τὰ
πρῶτα
λαβὼν
κλισίην
δὲ
φεροίμην
.
275
ἴστε
γὰρ
ὅσσον
ἐμοὶ
ἀρετῇ
περιβάλλετον
ἵπποι
·
ἀθάνατοί
τε
γάρ
εἰσι
,
Ποσειδάων
δὲ
πόρʼ
αὐτοὺς
πατρὶ
ἐμῷ
Πηλῆϊ
,
ὃ
δʼ
αὖτʼ
ἐμοὶ
ἐγγυάλιξεν
.
ἀλλʼ
ἤτοι
μὲν
ἐγὼ
μενέω
καὶ
μώνυχες
ἵπποι
·
τοίου
γὰρ
κλέος
ἐσθλὸν
ἀπώλεσαν
ἡνιόχοιο
280
ἠπίου
,
ὅς
σφωϊν
μάλα
πολλάκις
ὑγρὸν
ἔλαιον
χαιτάων
κατέχευε
λοέσσας
ὕδατι
λευκῷ
.
τὸν
τώ
γʼ
ἑσταότες
πενθείετον
,
οὔδεϊ
δέ
σφι
χαῖται
ἐρηρέδαται
,
τὼ
δʼ
ἕστατον
ἀχνυμένω
κῆρ
.
ἄλλοι
δὲ
στέλλεσθε
κατὰ
στρατόν
,
ὅς
τις
Ἀχαιῶν
285
ἵπποισίν
τε
πέποιθε
καὶ
ἅρμασι
κολλητοῖσιν
.
ὣς
φάτο
Πηλεΐδης
,
ταχέες
δʼ
ἱππῆες
ἄγερθεν
.
ὦρτο
πολὺ
πρῶτος
μὲν
ἄναξ
ἀνδρῶν
Εὔμηλος
Ἀδμήτου
φίλος
υἱός
,
ὃς
ἱπποσύνῃ
ἐκέκαστο
·
τῷ
δʼ
ἐπὶ
Τυδεΐδης
ὦρτο
κρατερὸς
Διομήδης
,
290
ἵππους
δὲ
Τρῳοὺς
ὕπαγε
ζυγόν
,
οὕς
ποτʼ
ἀπηύρα
Αἰνείαν
,
ἀτὰρ
αὐτὸν
ὑπεξεσάωσεν
Ἀπόλλων
.
τῷ
δʼ
ἄρʼ
ἐπʼ
Ἀτρεΐδης
ὦρτο
ξανθὸς
Μενέλαος
διογενής
,
ὑπὸ
δὲ
ζυγὸν
ἤγαγεν
ὠκέας
ἵππους
Αἴθην
τὴν
Ἀγαμεμνονέην
τὸν
ἑόν
τε
Πόδαργον
·
295
τὴν
Ἀγαμέμνονι
δῶκʼ
Ἀγχισιάδης
Ἐχέπωλος
δῶρʼ
,
ἵνα
μή
οἱ
ἕποιθʼ
ὑπὸ
Ἴλιον
ἠνεμόεσσαν
,
ἀλλʼ
αὐτοῦ
τέρποιτο
μένων
·
μέγα
γάρ
οἱ
ἔδωκε
Ζεὺς
ἄφενος
,
ναῖεν
δʼ
ὅ
γʼ
ἐν
εὐρυχόρῳ
Σικυῶνι
·
τὴν
ὅ
γʼ
ὑπὸ
ζυγὸν
ἦγε
μέγα
δρόμου
ἰσχανόωσαν
.
300
Ἀντίλοχος
δὲ
τέταρτος
ἐΰτριχας
ὁπλίσαθʼ
ἵππους
,
Νέστορος
ἀγλαὸς
υἱὸς
ὑπερθύμοιο
ἄνακτος
τοῦ
Νηληϊάδαο
·
Πυλοιγενέες
δέ
οἱ
ἵπποι
ὠκύποδες
φέρον
ἅρμα
·
πατὴρ
δέ
οἱ
ἄγχι
παραστὰς
μυθεῖτʼ
εἰς
ἀγαθὰ
φρονέων
νοέοντι
καὶ
αὐτῷ
·
305
Ἀντίλοχʼ
ἤτοι
μέν
σε
νέον
περ
ἐόντʼ
ἐφίλησαν
Ζεύς
τε
Ποσειδάων
τε
,
καὶ
ἱπποσύνας
ἐδίδαξαν
παντοίας
·
τὼ
καί
σε
διδασκέμεν
οὔ
τι
μάλα
χρεώ
·
οἶσθα
γὰρ
εὖ
περὶ
τέρμαθʼ
ἑλισσέμεν
·
ἀλλά
τοι
ἵπποι
βάρδιστοι
θείειν
·
τώ
τʼ
οἴω
λοίγιʼ
ἔσεσθαι
.
310
τῶν
δʼ
ἵπποι
μὲν
ἔασιν
ἀφάρτεροι
,
οὐδὲ
μὲν
αὐτοὶ
πλείονα
ἴσασιν
σέθεν
αὐτοῦ
μητίσασθαι
.
ἀλλʼ
ἄγε
δὴ
σὺ
φίλος
μῆτιν
ἐμβάλλεο
θυμῷ
παντοίην
,
ἵνα
μή
σε
παρεκπροφύγῃσιν
ἄεθλα
.
μήτι
τοι
δρυτόμος
μέγʼ
ἀμείνων
ἠὲ
βίηφι
·
315
μήτι
δʼ
αὖτε
κυβερνήτης
ἐνὶ
οἴνοπι
πόντῳ
νῆα
θοὴν
ἰθύνει
ἐρεχθομένην
ἀνέμοισι
·
μήτι
δʼ
ἡνίοχος
περιγίγνεται
ἡνιόχοιο
.
ἀλλʼ
ὃς
μέν
θʼ
ἵπποισι
καὶ
ἅρμασιν
οἷσι
πεποιθὼς
ἀφραδέως
ἐπὶ
πολλὸν
ἑλίσσεται
ἔνθα
καὶ
ἔνθα
,
320
ἵπποι
δὲ
πλανόωνται
ἀνὰ
δρόμον
,
οὐδὲ
κατίσχει
·
ὃς
δέ
κε
κέρδεα
εἰδῇ
ἐλαύνων
ἥσσονας
ἵππους
,
αἰεὶ
τέρμʼ
ὁρόων
στρέφει
ἐγγύθεν
,
οὐδέ
ἑ
λήθει
ὅππως
τὸ
πρῶτον
τανύσῃ
βοέοισιν
ἱμᾶσιν
,
ἀλλʼ
ἔχει
ἀσφαλέως
καὶ
τὸν
προὔχοντα
δοκεύει
.
325
σῆμα
δέ
τοι
ἐρέω
μάλʼ
ἀριφραδές
,
οὐδέ
σε
λήσει
.
ἕστηκε
ξύλον
αὖον
ὅσον
τʼ
ὄργυιʼ
ὑπὲρ
αἴης
ἢ
δρυὸς
ἢ
πεύκης
·
τὸ
μὲν
οὐ
καταπύθεται
ὄμβρῳ
,
λᾶε
δὲ
τοῦ
ἑκάτερθεν
ἐρηρέδαται
δύο
λευκὼ
ἐν
ξυνοχῇσιν
ὁδοῦ
,
λεῖος
δʼ
ἱππόδρομος
ἀμφὶς
330
ἤ
τευ
σῆμα
βροτοῖο
πάλαι
κατατεθνηῶτος
,
ἢ
τό
γε
νύσσα
τέτυκτο
ἐπὶ
προτέρων
ἀνθρώπων
,
καὶ
νῦν
τέρματʼ
ἔθηκε
ποδάρκης
δῖος
Ἀχιλλεύς
.
τῷ
σὺ
μάλʼ
ἐγχρίμψας
ἐλάαν
σχεδὸν
ἅρμα
καὶ
ἵππους
,
αὐτὸς
δὲ
κλινθῆναι
ἐϋπλέκτῳ
ἐνὶ
δίφρῳ
335
ἦκʼ
ἐπʼ
ἀριστερὰ
τοῖιν
·
ἀτὰρ
τὸν
δεξιὸν
ἵππον
κένσαι
ὁμοκλήσας
,
εἶξαί
τέ
οἱ
ἡνία
χερσίν
.
ἐν
νύσσῃ
δέ
τοι
ἵππος
ἀριστερὸς
ἐγχριμφθήτω
,
ὡς
ἄν
τοι
πλήμνη
γε
δοάσσεται
ἄκρον
ἱκέσθαι
κύκλου
ποιητοῖο
·
λίθου
δʼ
ἀλέασθαι
ἐπαυρεῖν
,
340
μή
πως
ἵππους
τε
τρώσῃς
κατά
θʼ
ἅρματα
ἄξῃς
·
χάρμα
δὲ
τοῖς
ἄλλοισιν
,
ἐλεγχείη
δὲ
σοὶ
αὐτῷ
ἔσσεται
·
ἀλλὰ
φίλος
φρονέων
πεφυλαγμένος
εἶναι
.
εἰ
γάρ
κʼ
ἐν
νύσσῃ
γε
παρεξελάσῃσθα
διώκων
,
οὐκ
ἔσθʼ
ὅς
κέ
σʼ
ἕλῃσι
μετάλμενος
οὐδὲ
παρέλθῃ
,
345
οὐδʼ
εἴ
κεν
μετόπισθεν
Ἀρίονα
δῖον
ἐλαύνοι
Ἀδρήστου
ταχὺν
ἵππον
,
ὃς
ἐκ
θεόφιν
γένος
ἦεν
,
ἢ
τοὺς
Λαομέδοντος
,
οἳ
ἐνθάδε
γʼ
ἔτραφεν
ἐσθλοί
.
ὣς
εἰπὼν
Νέστωρ
Νηλήϊος
ἂψ
ἐνὶ
χώρῃ
ἕζετʼ
,
ἐπεὶ
ᾧ
παιδὶ
ἑκάστου
πείρατʼ
ἔειπε
.
350
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.