τὸν
δʼ
αὖτʼ
Εὐρύπυλος
βεβλημένος
ἀντίον
ηὔδα
·
οὐκέτι
διογενὲς
Πατρόκλεες
ἄλκαρ
Ἀχαιῶν
ἔσσεται
,
ἀλλʼ
ἐν
νηυσὶ
μελαίνῃσιν
πεσέονται
.
οἳ
μὲν
γὰρ
δὴ
πάντες
,
ὅσοι
πάρος
ἦσαν
ἄριστοι
,
825
ἐν
νηυσὶν
κέαται
βεβλημένοι
οὐτάμενοί
τε
χερσὶν
ὕπο
Τρώων
·
τῶν
δὲ
σθένος
ὄρνυται
αἰέν
.
ἀλλʼ
ἐμὲ
μὲν
σὺ
σάωσον
ἄγων
ἐπὶ
νῆα
μέλαιναν
,
μηροῦ
δʼ
ἔκταμʼ
ὀϊστόν
,
ἀπʼ
αὐτοῦ
δʼ
αἷμα
κελαινὸν
νίζʼ
ὕδατι
λιαρῷ
,
ἐπὶ
δʼ
ἤπια
φάρμακα
πάσσε
830
ἐσθλά
,
τά
σε
προτί
φασιν
Ἀχιλλῆος
δεδιδάχθαι
,
ὃν
Χείρων
ἐδίδαξε
δικαιότατος
Κενταύρων
.
ἰητροὶ
μὲν
γὰρ
Ποδαλείριος
ἠδὲ
Μαχάων
τὸν
μὲν
ἐνὶ
κλισίῃσιν
ὀΐομαι
ἕλκος
ἔχοντα
χρηΐζοντα
καὶ
αὐτὸν
ἀμύμονος
ἰητῆρος
835
κεῖσθαι
·
ὃ
δʼ
ἐν
πεδίῳ
Τρώων
μένει
ὀξὺν
Ἄρηα
.
τὸν
δʼ
αὖτε
προσέειπε
Μενοιτίου
ἄλκιμος
υἱός
·
πῶς
τὰρ
ἔοι
τάδε
ἔργα
;
τί
ῥέξομεν
Εὐρύπυλʼ
ἥρως
;
ἔρχομαι
ὄφρʼ
Ἀχιλῆϊ
δαΐφρονι
μῦθον
ἐνίσπω
ὃν
Νέστωρ
ἐπέτελλε
Γερήνιος
οὖρος
Ἀχαιῶν
·
840
ἀλλʼ
οὐδʼ
ὧς
περ
σεῖο
μεθήσω
τειρομένοιο
.
ἦ
,
καὶ
ὑπὸ
στέρνοιο
λαβὼν
ἄγε
ποιμένα
λαῶν
ἐς
κλισίην
·
θεράπων
δὲ
ἰδὼν
ὑπέχευε
βοείας
.
ἔνθά
μιν
ἐκτανύσας
ἐκ
μηροῦ
τάμνε
μαχαίρῃ
ὀξὺ
βέλος
περιπευκές
,
ἀπʼ
αὐτοῦ
δʼ
αἷμα
κελαινὸν
845
νίζʼ
ὕδατι
λιαρῷ
,
ἐπὶ
δὲ
ῥίζαν
βάλε
πικρὴν
χερσὶ
διατρίψας
ὀδυνήφατον
,
ἥ
οἱ
ἁπάσας
ἔσχʼ
ὀδύνας
·
τὸ
μὲν
ἕλκος
ἐτέρσετο
,
παύσατο
δʼ
αἷμα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.