οἳ
δʼ
ἄρα
Βουπράσιόν
τε
καὶ
Ἤλιδα
δῖαν
ἔναιον
615
ὅσσον
ἐφʼ
Ὑρμίνη
καὶ
Μύρσινος
ἐσχατόωσα
πέτρη
τʼ
Ὠλενίη
καὶ
Ἀλήσιον
ἐντὸς
ἐέργει
,
τῶν
αὖ
τέσσαρες
ἀρχοὶ
ἔσαν
,
δέκα
δʼ
ἀνδρὶ
ἑκάστῳ
νῆες
ἕποντο
θοαί
,
πολέες
δʼ
ἔμβαινον
Ἐπειοί
.
τῶν
μὲν
ἄρʼ
Ἀμφίμαχος
καὶ
Θάλπιος
ἡγησάσθην
620
υἷες
ὃ
μὲν
Κτεάτου
,
ὃ
δʼ
ἄρʼ
Εὐρύτου
,
Ἀκτορίωνε
·
τῶν
δʼ
Ἀμαρυγκεΐδης
ἦρχε
κρατερὸς
Διώρης
·
τῶν
δὲ
τετάρτων
ἦρχε
Πολύξεινος
θεοειδὴς
υἱὸς
Ἀγασθένεος
Αὐγηϊάδαο
ἄνακτος
.
οἳ
δʼ
ἐκ
Δουλιχίοιο
Ἐχινάων
θʼ
ἱεράων
625
νήσων
,
αἳ
ναίουσι
πέρην
ἁλὸς
Ἤλιδος
ἄντα
,
τῶν
αὖθʼ
ἡγεμόνευε
Μέγης
ἀτάλαντος
Ἄρηϊ
Φυλεΐδης
,
ὃν
τίκτε
Διῒ
φίλος
ἱππότα
Φυλεύς
,
ὅς
ποτε
Δουλίχιον
δʼ
ἀπενάσσατο
πατρὶ
χολωθείς
·
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
630
αὐτὰρ
Ὀδυσσεὺς
ἦγε
Κεφαλλῆνας
μεγαθύμους
,
οἵ
ῥʼ
Ἰθάκην
εἶχον
καὶ
Νήριτον
εἰνοσίφυλλον
καὶ
Κροκύλειʼ
ἐνέμοντο
καὶ
Αἰγίλιπα
τρηχεῖαν
,
οἵ
τε
Ζάκυνθον
ἔχον
ἠδʼ
οἳ
Σάμον
ἀμφενέμοντο
,
οἵ
τʼ
ἤπειρον
ἔχον
ἠδʼ
ἀντιπέραιʼ
ἐνέμοντο
·
635
τῶν
μὲν
Ὀδυσσεὺς
ἦρχε
Διὶ
μῆτιν
ἀτάλαντος
·
τῷ
δʼ
ἅμα
νῆες
ἕποντο
δυώδεκα
μιλτοπάρῃοι
.
Αἰτωλῶν
δʼ
ἡγεῖτο
Θόας
Ἀνδραίμονος
υἱός
,
οἳ
Πλευρῶν
ʼ
ἐνέμοντο
καὶ
Ὤλενον
ἠδὲ
Πυλήνην
Χαλκίδα
τʼ
ἀγχίαλον
Καλυδῶνά
τε
πετρήεσσαν
·
640
οὐ
γὰρ
ἔτʼ
Οἰνῆος
μεγαλήτορος
υἱέες
ἦσαν
,
οὐδʼ
ἄρʼ
ἔτʼ
αὐτὸς
ἔην
,
θάνε
δὲ
ξανθὸς
Μελέαγρος
·
τῷ
δʼ
ἐπὶ
πάντʼ
ἐτέταλτο
ἀνασσέμεν
Αἰτωλοῖσι
·
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
Κρητῶν
δʼ
Ἰδομενεὺς
δουρὶ
κλυτὸς
ἡγεμόνευεν
,
645
οἳ
Κνωσόν
τʼ
εἶχον
Γόρτυνά
τε
τειχιόεσσαν
,
Λύκτον
Μίλητόν
τε
καὶ
ἀργινόεντα
Λύκαστον
Φαιστόν
τε
Ῥύτιόν
τε
,
πόλεις
εὖ
ναιετοώσας
,
ἄλλοι
θʼ
οἳ
Κρήτην
ἑκατόμπολιν
ἀμφενέμοντο
.
τῶν
μὲν
ἄρʼ
Ἰδομενεὺς
δουρὶ
κλυτὸς
ἡγεμόνευε
650
Μηριόνης
τʼ
ἀτάλαντος
Ἐνυαλίῳ
ἀνδρειφόντῃ
·
τοῖσι
δʼ
ἅμʼ
ὀγδώκοντα
μέλαιναι
νῆες
ἕποντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.