τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
230
Πουλυδάμα
,
σὺ
μὲν
οὐκ
ἔτʼ
ἐμοὶ
φίλα
ταῦτʼ
ἀγορεύεις
·
οἶσθα
καὶ
ἄλλον
μῦθον
ἀμείνονα
τοῦδε
νοῆσαι
.
εἰ
δʼ
ἐτεὸν
δὴ
τοῦτον
ἀπὸ
σπουδῆς
ἀγορεύεις
,
ἐξ
ἄρα
δή
τοι
ἔπειτα
θεοὶ
φρένας
ὤλεσαν
αὐτοί
,
ὃς
κέλεαι
Ζηνὸς
μὲν
ἐριγδούποιο
λαθέσθαι
235
βουλέων
,
ἅς
τέ
μοι
αὐτὸς
ὑπέσχετο
καὶ
κατένευσε
·
τύνη
δʼ
οἰωνοῖσι
τανυπτερύγεσσι
κελεύεις
πείθεσθαι
,
τῶν
οὔ
τι
μετατρέπομʼ
οὐδʼ
ἀλεγίζω
εἴτʼ
ἐπὶ
δεξίʼ
ἴωσι
πρὸς
ἠῶ
τʼ
ἠέλιόν
τε
,
εἴτʼ
ἐπʼ
ἀριστερὰ
τοί
γε
ποτὶ
ζόφον
ἠερόεντα
.
240
ἡμεῖς
δὲ
μεγάλοιο
Διὸς
πειθώμεθα
βουλῇ
,
ὃς
πᾶσι
θνητοῖσι
καὶ
ἀθανάτοισιν
ἀνάσσει
.
εἷς
οἰωνὸς
ἄριστος
ἀμύνεσθαι
περὶ
πάτρης
.
τίπτε
σὺ
δείδοικας
πόλεμον
καὶ
δηϊοτῆτα
;
εἴ
περ
γάρ
τʼ
ἄλλοι
γε
περὶ
κτεινώμεθα
πάντες
245
νηυσὶν
ἐπʼ
Ἀργείων
,
σοὶ
δʼ
οὐ
δέος
ἔστʼ
ἀπολέσθαι
·
οὐ
γάρ
τοι
κραδίη
μενεδήϊος
οὐδὲ
μαχήμων
.
εἰ
δὲ
σὺ
δηϊοτῆτος
ἀφέξεαι
,
ἠέ
τινʼ
ἄλλον
παρφάμενος
ἐπέεσσιν
ἀποτρέψεις
πολέμοιο
,
αὐτίκʼ
ἐμῷ
ὑπὸ
δουρὶ
τυπεὶς
ἀπὸ
θυμὸν
ὀλέσσεις
.
250
ὣς
ἄρα
φωνήσας
ἡγήσατο
,
τοὶ
δʼ
ἅμʼ
ἕποντο
ἠχῇ
θεσπεσίῃ
·
ἐπὶ
δὲ
Ζεὺς
τερπικέραυνος
ὦρσεν
ἀπʼ
Ἰδαίων
ὀρέων
ἀνέμοιο
θύελλαν
,
ἥ
ῥʼ
ἰθὺς
νηῶν
κονίην
φέρεν
·
αὐτὰρ
Ἀχαιῶν
θέλγε
νόον
,
Τρωσὶν
δὲ
καὶ
Ἕκτορι
κῦδος
ὄπαζε
.
255
τοῦ
περ
δὴ
τεράεσσι
πεποιθότες
ἠδὲ
βίηφι
ῥήγνυσθαι
μέγα
τεῖχος
Ἀχαιῶν
πειρήτιζον
.
κρόσσας
μὲν
πύργων
ἔρυον
,
καὶ
ἔρειπον
ἐπάλξεις
,
στήλας
τε
προβλῆτας
ἐμόχλεον
,
ἃς
ἄρʼ
Ἀχαιοὶ
πρώτας
ἐν
γαίῃ
θέσαν
ἔμμεναι
ἔχματα
πύργων
.
260
τὰς
οἵ
γʼ
αὐέρυον
,
ἔλποντο
δὲ
τεῖχος
Ἀχαιῶν
ῥήξειν
·
οὐδέ
νύ
πω
Δαναοὶ
χάζοντο
κελεύθου
,
ἀλλʼ
οἵ
γε
ῥινοῖσι
βοῶν
φράξαντες
ἐπάλξεις
βάλλον
ἀπʼ
αὐτάων
δηΐους
ὑπὸ
τεῖχος
ἰόντας
.
ἀμφοτέρω
δʼ
Αἴαντε
κελευτιόωντʼ
ἐπὶ
πύργων
265
πάντοσε
φοιτήτην
μένος
ὀτρύνοντες
Ἀχαιῶν
.
ἄλλον
μειλιχίοις
,
ἄλλον
στερεοῖς
ἐπέεσσι
νείκεον
,
ὅν
τινα
πάγχυ
μάχης
μεθιέντα
ἴδοιεν
·
ὦ
φίλοι
Ἀργείων
ὅς
τʼ
ἔξοχος
ὅς
τε
μεσήεις
ὅς
τε
χερειότερος
,
ἐπεὶ
οὔ
πω
πάντες
ὁμοῖοι
270
ἀνέρες
ἐν
πολέμῳ
,
νῦν
ἔπλετο
ἔργον
ἅπασι
·
καὶ
δʼ
αὐτοὶ
τόδε
που
γιγνώσκετε
.
μή
τις
ὀπίσσω
τετράφθω
ποτὶ
νῆας
ὁμοκλητῆρος
ἀκούσας
,
ἀλλὰ
πρόσω
ἵεσθε
καὶ
ἀλλήλοισι
κέλεσθε
,
αἴ
κε
Ζεὺς
δώῃσιν
Ὀλύμπιος
ἀστεροπητὴς
275
νεῖκος
ἀπωσαμένους
δηΐους
προτὶ
ἄστυ
δίεσθαι
.
ὣς
τώ
γε
προβοῶντε
μάχην
ὄτρυνον
Ἀχαιῶν
.
τῶν
δʼ
,
ὥς
τε
νιφάδες
χιόνος
πίπτωσι
θαμειαὶ
ἤματι
χειμερίῳ
,
ὅτε
τʼ
ὤρετο
μητίετα
Ζεὺς
νιφέμεν
ἀνθρώποισι
πιφαυσκόμενος
τὰ
ἃ
κῆλα
·
280
κοιμήσας
δʼ
ἀνέμους
χέει
ἔμπεδον
,
ὄφρα
καλύψῃ
ὑψηλῶν
ὀρέων
κορυφὰς
καὶ
πρώονας
ἄκρους
καὶ
πεδία
λωτοῦντα
καὶ
ἀνδρῶν
πίονα
ἔργα
,
καί
τʼ
ἐφʼ
ἁλὸς
πολιῆς
κέχυται
λιμέσιν
τε
καὶ
ἀκταῖς
,
κῦμα
δέ
μιν
προσπλάζον
ἐρύκεται
·
ἄλλά
τε
πάντα
285
εἴλυται
καθύπερθʼ
,
ὅτʼ
ἐπιβρίσῃ
Διὸς
ὄμβρος
·
ὣς
τῶν
ἀμφοτέρωσε
λίθοι
πωτῶντο
θαμειαί
,
αἱ
μὲν
ἄρʼ
ἐς
Τρῶας
,
αἱ
δʼ
ἐκ
Τρώων
ἐς
Ἀχαιούς
,
βαλλομένων
·
τὸ
δὲ
τεῖχος
ὕπερ
πᾶν
δοῦπος
ὀρώρει
.
οὐδʼ
ἄν
πω
τότε
γε
Τρῶες
καὶ
φαίδιμος
Ἕκτωρ
290
τείχεος
ἐρρήξαντο
πύλας
καὶ
μακρὸν
ὀχῆα
,
εἰ
μὴ
ἄρʼ
υἱὸν
ἑὸν
Σαρπηδόνα
μητίετα
Ζεὺς
ὦρσεν
ἐπʼ
Ἀργείοισι
λέονθʼ
ὣς
βουσὶν
ἕλιξιν
.
αὐτίκα
δʼ
ἀσπίδα
μὲν
πρόσθʼ
ἔσχετο
πάντοσʼ
ἐΐσην
καλὴν
χαλκείην
ἐξήλατον
,
ἣν
ἄρα
χαλκεὺς
295
ἤλασεν
,
ἔντοσθεν
δὲ
βοείας
ῥάψε
θαμειὰς
χρυσείῃς
ῥάβδοισι
διηνεκέσιν
περὶ
κύκλον
.
τὴν
ἄρʼ
ὅ
γε
πρόσθε
σχόμενος
δύο
δοῦρε
τινάσσων
βῆ
ῥʼ
ἴμεν
ὥς
τε
λέων
ὀρεσίτροφος
,
ὅς
τʼ
ἐπιδευὴς
δηρὸν
ἔῃ
κρειῶν
,
κέλεται
δέ
ἑ
θυμὸς
ἀγήνωρ
300
μήλων
πειρήσοντα
καὶ
ἐς
πυκινὸν
δόμον
ἐλθεῖν
·
εἴ
περ
γάρ
χʼ
εὕρῃσι
παρʼ
αὐτόφι
βώτορας
ἄνδρας
σὺν
κυσὶ
καὶ
δούρεσσι
φυλάσσοντας
περὶ
μῆλα
,
οὔ
ῥά
τʼ
ἀπείρητος
μέμονε
σταθμοῖο
δίεσθαι
,
ἀλλʼ
ὅ
γʼ
ἄρʼ
ἢ
ἥρπαξε
μετάλμενος
,
ἠὲ
καὶ
αὐτὸς
305
ἔβλητʼ
ἐν
πρώτοισι
θοῆς
ἀπὸ
χειρὸς
ἄκοντι
·
ὥς
ῥα
τότʼ
ἀντίθεον
Σαρπηδόνα
θυμὸς
ἀνῆκε
τεῖχος
ἐπαΐξαι
διά
τε
ῥήξασθαι
ἐπάλξεις
.
αὐτίκα
δὲ
Γλαῦκον
προσέφη
παῖδʼ
Ἱππολόχοιο
·
Γλαῦκε
τί
ἢ
δὴ
νῶϊ
τετιμήμεσθα
μάλιστα
310
ἕδρῃ
τε
κρέασίν
τε
ἰδὲ
πλείοις
δεπάεσσιν
ἐν
Λυκίῃ
,
πάντες
δὲ
θεοὺς
ὣς
εἰσορόωσι
,
καὶ
τέμενος
νεμόμεσθα
μέγα
Ξάνθοιο
παρʼ
ὄχθας
καλὸν
φυταλιῆς
καὶ
ἀρούρης
πυροφόροιο
;
τὼ
νῦν
χρὴ
Λυκίοισι
μέτα
πρώτοισιν
ἐόντας
315
ἑστάμεν
ἠδὲ
μάχης
καυστείρης
ἀντιβολῆσαι
,
ὄφρά
τις
ὧδʼ
εἴπῃ
Λυκίων
πύκα
θωρηκτάων
·
οὐ
μὰν
ἀκλεέες
Λυκίην
κάτα
κοιρανέουσιν
ἡμέτεροι
βασιλῆες
,
ἔδουσί
τε
πίονα
μῆλα
οἶνόν
τʼ
ἔξαιτον
μελιηδέα
·
ἀλλʼ
ἄρα
καὶ
ἲς
320
ἐσθλή
,
ἐπεὶ
Λυκίοισι
μέτα
πρώτοισι
μάχονται
.
ὦ
πέπον
εἰ
μὲν
γὰρ
πόλεμον
περὶ
τόνδε
φυγόντε
αἰεὶ
δὴ
μέλλοιμεν
ἀγήρω
τʼ
ἀθανάτω
τε
ἔσσεσθʼ
,
οὔτέ
κεν
αὐτὸς
ἐνὶ
πρώτοισι
μαχοίμην
οὔτέ
κε
σὲ
στέλλοιμι
μάχην
ἐς
κυδιάνειραν
·
325
νῦν
δʼ
ἔμπης
γὰρ
κῆρες
ἐφεστᾶσιν
θανάτοιο
μυρίαι
,
ἃς
οὐκ
ἔστι
φυγεῖν
βροτὸν
οὐδʼ
ὑπαλύξαι
,
ἴομεν
ἠέ
τῳ
εὖχος
ὀρέξομεν
ἠέ
τις
ἡμῖν
.
ὣς
ἔφατʼ
,
οὐδὲ
Γλαῦκος
ἀπετράπετʼ
οὐδʼ
ἀπίθησε
·
τὼ
δʼ
ἰθὺς
βήτην
Λυκίων
μέγα
ἔθνος
ἄγοντε
.
330
τοὺς
δὲ
ἰδὼν
ῥίγησʼ
υἱὸς
Πετεῶο
Μενεσθεύς
·
τοῦ
γὰρ
δὴ
πρὸς
πύργον
ἴσαν
κακότητα
φέροντες
.
πάπτηνεν
δʼ
ἀνὰ
πύργον
Ἀχαιῶν
εἴ
τινʼ
ἴδοιτο
ἡγεμόνων
,
ὅς
τίς
οἱ
ἀρὴν
ἑτάροισιν
ἀμύναι
·
ἐς
δʼ
ἐνόησʼ
Αἴαντε
δύω
πολέμου
ἀκορήτω
335
ἑσταότας
,
Τεῦκρόν
τε
νέον
κλισίηθεν
ἰόντα
ἐγγύθεν
·
ἀλλʼ
οὔ
πώς
οἱ
ἔην
βώσαντι
γεγωνεῖν
·
τόσσος
γὰρ
κτύπος
ἦεν
,
ἀϋτὴ
δʼ
οὐρανὸν
ἷκε
,
βαλλομένων
σακέων
τε
καὶ
ἱπποκόμων
τρυφαλειῶν
καὶ
πυλέων
·
πᾶσαι
γὰρ
ἐπώχατο
,
τοὶ
δὲ
κατʼ
αὐτὰς
340
ἱστάμενοι
πειρῶντο
βίῃ
ῥήξαντες
ἐσελθεῖν
.
αἶψα
δʼ
ἐπʼ
Αἴαντα
προΐει
κήρυκα
Θοώτην
·
ἔρχεο
δῖε
Θοῶτα
,
θέων
Αἴαντα
κάλεσσον
,
ἀμφοτέρω
μὲν
μᾶλλον
·
ὃ
γάρ
κʼ
ὄχʼ
ἄριστον
ἁπάντων
εἴη
,
ἐπεὶ
τάχα
τῇδε
τετεύξεται
αἰπὺς
ὄλεθρος
.
345
ὧδε
γὰρ
ἔβρισαν
Λυκίων
ἀγοί
,
οἳ
τὸ
πάρος
περ
ζαχρηεῖς
τελέθουσι
κατὰ
κρατερὰς
ὑσμίνας
.
εἰ
δέ
σφιν
καὶ
κεῖθι
πόνος
καὶ
νεῖκος
ὄρωρεν
,
ἀλλά
περ
οἶος
ἴτω
Τελαμώνιος
ἄλκιμος
Αἴας
,
καί
οἱ
Τεῦκρος
ἅμα
σπέσθω
τόξων
ἐῢ
εἰδώς
.
350
ὣς
ἔφατʼ
,
οὐδʼ
ἄρα
οἱ
κῆρυξ
ἀπίθησεν
ἀκούσας
,
βῆ
δὲ
θέειν
παρὰ
τεῖχος
Ἀχαιῶν
χαλκοχιτώνων
,
στῆ
δὲ
παρʼ
Αἰάντεσσι
κιών
,
εἶθαρ
δὲ
προσηύδα
·
Αἴαντʼ
Ἀργείων
ἡγήτορε
χαλκοχιτώνων
ἠνώγει
Πετεῶο
διοτρεφέος
φίλος
υἱὸς
355
κεῖσʼ
ἴμεν
,
ὄφρα
πόνοιο
μίνυνθά
περ
ἀντιάσητον
ἀμφοτέρω
μὲν
μᾶλλον
·
ὃ
γάρ
κʼ
ὄχʼ
ἄριστον
ἁπάντων
εἴη
,
ἐπεὶ
τάχα
κεῖθι
τετεύξεται
αἰπὺς
ὄλεθρος
·
ὧδε
γὰρ
ἔβρισαν
Λυκίων
ἀγοί
,
οἳ
τὸ
πάρος
περ
ζαχρηεῖς
τελέθουσι
κατὰ
κρατερὰς
ὑσμίνας
.
360
εἰ
δὲ
καὶ
ἐνθάδε
περ
πόλεμος
καὶ
νεῖκος
ὄρωρεν
,
ἀλλά
περ
οἶος
ἴτω
Τελαμώνιος
ἄλκιμος
Αἴας
,
καί
οἱ
Τεῦκρος
ἅμα
σπέσθω
τόξων
ἐῢ
εἰδώς
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
μέγας
Τελαμώνιος
Αἴας
.
αὐτίκʼ
Ὀϊλιάδην
ἔπεα
πτερόεντα
προσηύδα
·
365
Αἶαν
σφῶϊ
μὲν
αὖθι
,
σὺ
καὶ
κρατερὸς
Λυκομήδης
,
ἑσταότες
Δαναοὺς
ὀτρύνετον
ἶφι
μάχεσθαι
·
αὐτὰρ
ἐγὼ
κεῖσʼ
εἶμι
καὶ
ἀντιόω
πολέμοιο
·
αἶψα
δʼ
ἐλεύσομαι
αὖτις
,
ἐπὴν
εὖ
τοῖς
ἐπαμύνω
.
ὣς
ἄρα
φωνήσας
ἀπέβη
Τελαμώνιος
Αἴας
,
370
καί
οἱ
Τεῦκρος
ἅμʼ
ᾖε
κασίγνητος
καὶ
ὄπατρος
·
τοῖς
δʼ
ἅμα
Πανδίων
Τεύκρου
φέρε
καμπύλα
τόξα
.
εὖτε
Μενεσθῆος
μεγαθύμου
πύργον
ἵκοντο
τείχεος
ἐντὸς
ἰόντες
,
ἐπειγομένοισι
δʼ
ἵκοντο
,
οἳ
δʼ
ἐπʼ
ἐπάλξεις
βαῖνον
ἐρεμνῇ
λαίλαπι
ἶσοι
375
ἴφθιμοι
Λυκίων
ἡγήτορες
ἠδὲ
μέδοντες
·
σὺν
δʼ
ἐβάλοντο
μάχεσθαι
ἐναντίον
,
ὦρτο
δʼ
ἀϋτή
.
Αἴας
δὲ
πρῶτος
Τελαμώνιος
ἄνδρα
κατέκτα
Σαρπήδοντος
ἑταῖρον
Ἐπικλῆα
μεγάθυμον
μαρμάρῳ
ὀκριόεντι
βαλών
,
ὅ
ῥα
τείχεος
ἐντὸς
380
κεῖτο
μέγας
παρʼ
ἔπαλξιν
ὑπέρτατος
·
οὐδέ
κέ
μιν
ῥέα
χείρεσσʼ
ἀμφοτέρῃς
ἔχοι
ἀνὴρ
οὐδὲ
μάλʼ
ἡβῶν
,
οἷοι
νῦν
βροτοί
εἰσʼ
·
ὃ
δʼ
ἄρʼ
ὑψόθεν
ἔμβαλʼ
ἀείρας
,
θλάσσε
δὲ
τετράφαλον
κυνέην
,
σὺν
δʼ
ὀστέʼ
ἄραξε
πάντʼ
ἄμυδις
κεφαλῆς
·
ὃ
δʼ
ἄρʼ
ἀρνευτῆρι
ἐοικὼς
385
κάππεσʼ
ἀφʼ
ὑψηλοῦ
πύργου
,
λίπε
δʼ
ὀστέα
θυμός
.
Τεῦκρος
δὲ
Γλαῦκον
κρατερὸν
παῖδʼ
Ἱππολόχοιο
ἰῷ
ἐπεσσύμενον
βάλε
τείχεος
ὑψηλοῖο
,
ᾗ
ῥʼ
ἴδε
γυμνωθέντα
βραχίονα
,
παῦσε
δὲ
χάρμης
.
ἂψ
δʼ
ἀπὸ
τείχεος
ἆλτο
λαθών
,
ἵνα
μή
τις
Ἀχαιῶν
390
βλήμενον
ἀθρήσειε
καὶ
εὐχετόῳτʼ
ἐπέεσσι
.
Σαρπήδοντι
δʼ
ἄχος
γένετο
Γλαύκου
ἀπιόντος
αὐτίκʼ
ἐπεί
τʼ
ἐνόησεν
·
ὅμως
δʼ
οὐ
λήθετο
χάρμης
,
ἀλλʼ
ὅ
γε
Θεστορίδην
Ἀλκμάονα
δουρὶ
τυχήσας
νύξʼ
,
ἐκ
δʼ
ἔσπασεν
ἔγχος
·
ὃ
δʼ
ἑσπόμενος
πέσε
δουρὶ
395
πρηνής
,
ἀμφὶ
δέ
οἱ
βράχε
τεύχεα
ποικίλα
χαλκῷ
,
Σαρπηδὼν
δʼ
ἄρʼ
ἔπαλξιν
ἑλὼν
χερσὶ
στιβαρῇσιν
ἕλχʼ
,
ἣ
δʼ
ἕσπετο
πᾶσα
διαμπερές
,
αὐτὰρ
ὕπερθε
τεῖχος
ἐγυμνώθη
,
πολέεσσι
δὲ
θῆκε
κέλευθον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.