ἀλλʼ
οὐ
λῆθʼ
Ἀδάμαντα
τιτυσκόμενος
καθʼ
ὅμιλον
560
Ἀσιάδην
,
ὅ
οἱ
οὖτα
μέσον
σάκος
ὀξέϊ
χαλκῷ
ἐγγύθεν
ὁρμηθείς
·
ἀμενήνωσεν
δέ
οἱ
αἰχμὴν
κυανοχαῖτα
Ποσειδάων
βιότοιο
μεγήρας
.
καὶ
τὸ
μὲν
αὐτοῦ
μεῖνʼ
ὥς
τε
σκῶλος
πυρίκαυστος
ἐν
σάκει
Ἀντιλόχοιο
,
τὸ
δʼ
ἥμισυ
κεῖτʼ
ἐπὶ
γαίης
·
565
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
κῆρʼ
ἀλεείνων
·
Μηριόνης
δʼ
ἀπιόντα
μετασπόμενος
βάλε
δουρὶ
αἰδοίων
τε
μεσηγὺ
καὶ
ὀμφαλοῦ
,
ἔνθα
μάλιστα
γίγνετʼ
Ἄρης
ἀλεγεινὸς
ὀϊζυροῖσι
βροτοῖσιν
.
ἔνθά
οἱ
ἔγχος
ἔπηξεν
·
ὃ
δʼ
ἑσπόμενος
περὶ
δουρὶ
570
ἤσπαιρʼ
ὡς
ὅτε
βοῦς
τόν
τʼ
οὔρεσι
βουκόλοι
ἄνδρες
ἰλλάσιν
οὐκ
ἐθέλοντα
βίῃ
δήσαντες
ἄγουσιν
·
ὣς
ὃ
τυπεὶς
ἤσπαιρε
μίνυνθά
περ
,
οὔ
τι
μάλα
δήν
,
ὄφρά
οἱ
ἐκ
χροὸς
ἔγχος
ἀνεσπάσατʼ
ἐγγύθεν
ἐλθὼν
ἥρως
Μηριόνης
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
.
575
Δηΐπυρον
δʼ
Ἕλενος
ξίφεϊ
σχεδὸν
ἤλασε
κόρσην
Θρηϊκίῳ
μεγάλῳ
,
ἀπὸ
δὲ
τρυφάλειαν
ἄραξεν
.
ἣ
μὲν
ἀποπλαγχθεῖσα
χαμαὶ
πέσε
,
καί
τις
Ἀχαιῶν
μαρναμένων
μετὰ
ποσσὶ
κυλινδομένην
ἐκόμισσε
·
τὸν
δὲ
κατʼ
ὀφθαλμῶν
ἐρεβεννὴ
νὺξ
ἐκάλυψεν
.
580
Ἀτρεΐδην
δʼ
ἄχος
εἷλε
βοὴν
ἀγαθὸν
Μενέλαον
·
βῆ
δʼ
ἐπαπειλήσας
Ἑλένῳ
ἥρωϊ
ἄνακτι
ὀξὺ
δόρυ
κραδάων
·
ὃ
δὲ
τόξου
πῆχυν
ἄνελκε
.
τὼ
δʼ
ἄρʼ
ὁμαρτήδην
ὃ
μὲν
ἔγχεϊ
ὀξυόεντι
ἵετʼ
ἀκοντίσσαι
,
ὃ
δʼ
ἀπὸ
νευρῆφιν
ὀϊστῷ
.
585
Πριαμίδης
μὲν
ἔπειτα
κατὰ
στῆθος
βάλεν
ἰῷ
θώρηκος
γύαλον
,
ἀπὸ
δʼ
ἔπτατο
πικρὸς
ὀϊστός
.
ὡς
δʼ
ὅτʼ
ἀπὸ
πλατέος
πτυόφιν
μεγάλην
κατʼ
ἀλωὴν
θρῴσκωσιν
κύαμοι
μελανόχροες
ἢ
ἐρέβινθοι
πνοιῇ
ὕπο
λιγυρῇ
καὶ
λικμητῆρος
ἐρωῇ
,
590
ὣς
ἀπὸ
θώρηκος
Μενελάου
κυδαλίμοιο
πολλὸν
ἀποπλαγχθεὶς
ἑκὰς
ἔπτατο
πικρὸς
ὀϊστός
.
Ἀτρεΐδης
δʼ
ἄρα
χεῖρα
βοὴν
ἀγαθὸς
Μενέλαος
τὴν
βάλεν
ᾗ
ῥʼ
ἔχε
τόξον
ἐΰξοον
·
ἐν
δʼ
ἄρα
τόξῳ
ἀντικρὺ
διὰ
χειρὸς
ἐλήλατο
χάλκεον
ἔγχος
.
595
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
κῆρʼ
ἀλεείνων
χεῖρα
παρακρεμάσας
·
τὸ
δʼ
ἐφέλκετο
μείλινον
ἔγχος
.
καὶ
τὸ
μὲν
ἐκ
χειρὸς
ἔρυσεν
μεγάθυμος
Ἀγήνωρ
,
αὐτὴν
δὲ
ξυνέδησεν
ἐϋστρεφεῖ
οἰὸς
ἀώτῳ
σφενδόνῃ
,
ἣν
ἄρα
οἱ
θεράπων
ἔχε
ποιμένι
λαῶν
.
600
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.