Ἀργεῖοι
δʼ
ὡς
οὖν
ἴδον
Ἕκτορα
νόσφι
κιόντα
440
μᾶλλον
ἐπὶ
Τρώεσσι
θόρον
,
μνήσαντο
δὲ
χάρμης
.
ἔνθα
πολὺ
πρώτιστος
Ὀϊλῆος
ταχὺς
Αἴας
Σάτνιον
οὔτασε
δουρὶ
μετάλμενος
ὀξυόεντι
Ἠνοπίδην
,
ὃν
ἄρα
νύμφη
τέκε
νηῒς
ἀμύμων
Ἤνοπι
βουκολέοντι
παρʼ
ὄχθας
Σατνιόεντος
.
445
τὸν
μὲν
Ὀϊλιάδης
δουρὶ
κλυτὸς
ἐγγύθεν
ἐλθὼν
οὖτα
κατὰ
λαπάρην
·
ὃ
δʼ
ἀνετράπετʼ
,
ἀμφὶ
δʼ
ἄρʼ
αὐτῷ
Τρῶες
καὶ
Δαναοὶ
σύναγον
κρατερὴν
ὑσμίνην
.
τῷ
δʼ
ἐπὶ
Πουλυδάμας
ἐγχέσπαλος
ἦλθεν
ἀμύντωρ
Πανθοΐδης
,
βάλε
δὲ
Προθοήνορα
δεξιὸν
ὦμον
450
υἱὸν
Ἀρηϊλύκοιο
,
διʼ
ὤμου
δʼ
ὄβριμον
ἔγχος
ἔσχεν
,
ὃ
δʼ
ἐν
κονίῃσι
πεσὼν
ἕλε
γαῖαν
ἀγοστῷ
.
Πουλυδάμας
δʼ
ἔκπαγλον
ἐπεύξατο
μακρὸν
ἀΰσας
·
οὐ
μὰν
αὖτʼ
ὀΐω
μεγαθύμου
Πανθοΐδαο
χειρὸς
ἄπο
στιβαρῆς
ἅλιον
πηδῆσαι
ἄκοντα
,
455
ἀλλά
τις
Ἀργείων
κόμισε
χροΐ
,
καί
μιν
ὀΐω
αὐτῷ
σκηπτόμενον
κατίμεν
δόμον
Ἄϊδος
εἴσω
.
ὣς
ἔφατʼ
,
Ἀργείοισι
δʼ
ἄχος
γένετʼ
εὐξαμένοιο
·
Αἴαντι
δὲ
μάλιστα
δαΐφρονι
θυμὸν
ὄρινε
τῷ
Τελαμωνιάδῃ
·
τοῦ
γὰρ
πέσεν
ἄγχι
μάλιστα
.
460
καρπαλίμως
δʼ
ἀπιόντος
ἀκόντισε
δουρὶ
φαεινῷ
.
Πουλυδάμας
δʼ
αὐτὸς
μὲν
ἀλεύατο
κῆρα
μέλαιναν
λικριφὶς
ἀΐξας
,
κόμισεν
δʼ
Ἀντήνορος
υἱὸς
Ἀρχέλοχος
·
τῷ
γάρ
ῥα
θεοὶ
βούλευσαν
ὄλεθρον
.
τόν
ῥʼ
ἔβαλεν
κεφαλῆς
τε
καὶ
αὐχένος
ἐν
συνεοχμῷ
,
465
νείατον
ἀστράγαλον
,
ἀπὸ
δʼ
ἄμφω
κέρσε
τένοντε
·
τοῦ
δὲ
πολὺ
προτέρη
κεφαλὴ
στόμα
τε
ῥῖνές
τε
οὔδεϊ
πλῆντʼ
ἤ
περ
κνῆμαι
καὶ
γοῦνα
πεσόντος
.
Αἴας
δʼ
αὖτʼ
ἐγέγωνεν
ἀμύμονι
Πουλυδάμαντι
·
φράζεο
Πουλυδάμα
καί
μοι
νημερτὲς
ἐνίσπες
470
ἦ
ῥʼ
οὐχ
οὗτος
ἀνὴρ
Προθοήνορος
ἀντὶ
πεφάσθαι
ἄξιος
;
οὐ
μέν
μοι
κακὸς
εἴδεται
οὐδὲ
κακῶν
ἔξ
,
ἀλλὰ
κασίγνητος
Ἀντήνορος
ἱπποδάμοιο
ἢ
πάϊς
·
αὐτῷ
γὰρ
γενεὴν
ἄγχιστα
ἐῴκει
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.