ἐκ
δʼ
ἄρα
σύριγγος
πατρώϊον
ἐσπάσατʼ
ἔγχος
βριθὺ
μέγα
στιβαρόν
·
τὸ
μὲν
οὐ
δύνατʼ
ἄλλος
Ἀχαιῶν
πάλλειν
,
ἀλλά
μιν
οἶος
ἐπίστατο
πῆλαι
Ἀχιλλεύς
,
Πηλιάδα
μελίην
,
τὴν
πατρὶ
φίλῳ
πόρε
Χείρων
390
Πηλίου
ἐκ
κορυφῆς
φόνον
ἔμμεναι
ἡρώεσσιν
·
ἵππους
δʼ
Αὐτομέδων
τε
καὶ
Ἄλκιμος
ἀμφιέποντες
ζεύγνυον
·
ἀμφὶ
δὲ
καλὰ
λέπαδνʼ
ἕσαν
,
ἐν
δὲ
χαλινοὺς
γαμφηλῇς
ἔβαλον
,
κατὰ
δʼ
ἡνία
τεῖναν
ὀπίσσω
κολλητὸν
ποτὶ
δίφρον
.
ὃ
δὲ
μάστιγα
φαεινὴν
395
χειρὶ
λαβὼν
ἀραρυῖαν
ἐφʼ
ἵπποιιν
ἀνόρουσεν
Αὐτομέδων
·
ὄπιθεν
δὲ
κορυσσάμενος
βῆ
Ἀχιλλεὺς
τεύχεσι
παμφαίνων
ὥς
τʼ
ἠλέκτωρ
Ὑπερίων
,
σμερδαλέον
δʼ
ἵπποισιν
ἐκέκλετο
πατρὸς
ἑοῖο
·
Ξάνθέ
τε
καὶ
Βαλίε
τηλεκλυτὰ
τέκνα
Ποδάργης
400
ἄλλως
δὴ
φράζεσθε
σαωσέμεν
ἡνιοχῆα
ἂψ
Δαναῶν
ἐς
ὅμιλον
ἐπεί
χʼ
ἕωμεν
πολέμοιο
,
μηδʼ
ὡς
Πάτροκλον
λίπετʼ
αὐτόθι
τεθνηῶτα
.
τὸν
δʼ
ἄρʼ
ὑπὸ
ζυγόφι
προσέφη
πόδας
αἰόλος
ἵππος
Ξάνθος
,
ἄφαρ
δʼ
ἤμυσε
καρήατι
·
πᾶσα
δὲ
χαίτη
405
ζεύγλης
ἐξεριποῦσα
παρὰ
ζυγὸν
οὖδας
ἵκανεν
·
αὐδήεντα
δʼ
ἔθηκε
θεὰ
λευκώλενος
Ἥρη
·
καὶ
λίην
σʼ
ἔτι
νῦν
γε
σαώσομεν
ὄβριμʼ
Ἀχιλλεῦ
·
ἀλλά
τοι
ἐγγύθεν
ἦμαρ
ὀλέθριον
·
οὐδέ
τοι
ἡμεῖς
αἴτιοι
,
ἀλλὰ
θεός
τε
μέγας
καὶ
Μοῖρα
κραταιή
.
410
οὐδὲ
γὰρ
ἡμετέρῃ
βραδυτῆτί
τε
νωχελίῃ
τε
Τρῶες
ἀπʼ
ὤμοιιν
Πατρόκλου
τεύχεʼ
ἕλοντο
·
ἀλλὰ
θεῶν
ὤριστος
,
ὃν
ἠΰκομος
τέκε
Λητώ
,
ἔκτανʼ
ἐνὶ
προμάχοισι
καὶ
Ἕκτορι
κῦδος
ἔδωκε
.
νῶϊ
δὲ
καί
κεν
ἅμα
πνοιῇ
Ζεφύροιο
θέοιμεν
,
415
ἥν
περ
ἐλαφροτάτην
φάσʼ
ἔμμεναι
·
ἀλλὰ
σοὶ
αὐτῷ
μόρσιμόν
ἐστι
θεῷ
τε
καὶ
ἀνέρι
ἶφι
δαμῆναι
.
ὣς
ἄρα
φωνήσαντος
Ἐρινύες
ἔσχεθον
αὐδήν
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
Ξάνθε
τί
μοι
θάνατον
μαντεύεαι
;
οὐδέ
τί
σε
χρή
.
420
εὖ
νυ
τὸ
οἶδα
καὶ
αὐτὸς
ὅ
μοι
μόρος
ἐνθάδʼ
ὀλέσθαι
νόσφι
φίλου
πατρὸς
καὶ
μητέρος
·
ἀλλὰ
καὶ
ἔμπης
οὐ
λήξω
πρὶν
Τρῶας
ἅδην
ἐλάσαι
πολέμοιο
.
ἦ
ῥα
,
καὶ
ἐν
πρώτοις
ἰάχων
ἔχε
μώνυχας
ἵππους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.