τὸν
δʼ
αὖ
Μηριόνης
πεπνυμένος
ἀντίον
ηὔδα
·
καί
τοι
ἐμοὶ
παρά
τε
κλισίῃ
καὶ
νηῒ
μελαίνῃ
πόλλʼ
ἔναρα
Τρώων
·
ἀλλʼ
οὐ
σχεδόν
ἐστιν
ἑλέσθαι
.
οὐδὲ
γὰρ
οὐδʼ
ἐμέ
φημι
λελασμένον
ἔμμεναι
ἀλκῆς
,
ἀλλὰ
μετὰ
πρώτοισι
μάχην
ἀνὰ
κυδιάνειραν
270
ἵσταμαι
,
ὁππότε
νεῖκος
ὀρώρηται
πολέμοιο
.
ἄλλόν
πού
τινα
μᾶλλον
Ἀχαιῶν
χαλκοχιτώνων
λήθω
μαρνάμενος
,
σὲ
δὲ
ἴδμεναι
αὐτὸν
ὀΐω
.
τὸν
δʼ
αὖτʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
οἶδʼ
ἀρετὴν
οἷός
ἐσσι
·
τί
σε
χρὴ
ταῦτα
λέγεσθαι
;
275
εἰ
γὰρ
νῦν
παρὰ
νηυσὶ
λεγοίμεθα
πάντες
ἄριστοι
ἐς
λόχον
,
ἔνθα
μάλιστʼ
ἀρετὴ
διαείδεται
ἀνδρῶν
,
ἔνθʼ
ὅ
τε
δειλὸς
ἀνὴρ
ὅς
τʼ
ἄλκιμος
ἐξεφαάνθη
·
τοῦ
μὲν
γάρ
τε
κακοῦ
τρέπεται
χρὼς
ἄλλυδις
ἄλλῃ
,
οὐδέ
οἱ
ἀτρέμας
ἧσθαι
ἐρητύετʼ
ἐν
φρεσὶ
θυμός
,
280
ἀλλὰ
μετοκλάζει
καὶ
ἐπʼ
ἀμφοτέρους
πόδας
ἵζει
,
ἐν
δέ
τέ
οἱ
κραδίη
μεγάλα
στέρνοισι
πατάσσει
κῆρας
ὀϊομένῳ
,
πάταγος
δέ
τε
γίγνετʼ
ὀδόντων
·
τοῦ
δʼ
ἀγαθοῦ
οὔτʼ
ἂρ
τρέπεται
χρὼς
οὔτέ
τι
λίην
ταρβεῖ
,
ἐπειδὰν
πρῶτον
ἐσίζηται
λόχον
ἀνδρῶν
,
285
ἀρᾶται
δὲ
τάχιστα
μιγήμεναι
ἐν
δαῒ
λυγρῇ
·
οὐδέ
κεν
ἔνθα
τεόν
γε
μένος
καὶ
χεῖρας
ὄνοιτο
.
εἴ
περ
γάρ
κε
βλεῖο
πονεύμενος
ἠὲ
τυπείης
οὐκ
ἂν
ἐν
αὐχένʼ
ὄπισθε
πέσοι
βέλος
οὐδʼ
ἐνὶ
νώτῳ
,
ἀλλά
κεν
ἢ
στέρνων
ἢ
νηδύος
ἀντιάσειε
290
πρόσσω
ἱεμένοιο
μετὰ
προμάχων
ὀαριστύν
.
ἀλλʼ
ἄγε
μηκέτι
ταῦτα
λεγώμεθα
νηπύτιοι
ὣς
ἑσταότες
,
μή
πού
τις
ὑπερφιάλως
νεμεσήσῃ
·
ἀλλὰ
σύ
γε
κλισίην
δὲ
κιὼν
ἕλευ
ὄβριμον
ἔγχος
.
ὣς
φάτο
,
Μηριόνης
δὲ
θοῷ
ἀτάλαντος
Ἄρηϊ
295
καρπαλίμως
κλισίηθεν
ἀνείλετο
χάλκεον
ἔγχος
,
βῆ
δὲ
μετʼ
Ἰδομενῆα
μέγα
πτολέμοιο
μεμηλώς
.
οἷος
δὲ
βροτολοιγὸς
Ἄρης
πόλεμον
δὲ
μέτεισι
,
τῷ
δὲ
Φόβος
φίλος
υἱὸς
ἅμα
κρατερὸς
καὶ
ἀταρβὴς
ἕσπετο
,
ὅς
τʼ
ἐφόβησε
ταλάφρονά
περ
πολεμιστήν
·
300
τὼ
μὲν
ἄρʼ
ἐκ
Θρῄκης
Ἐφύρους
μέτα
θωρήσσεσθον
,
ἠὲ
μετὰ
Φλεγύας
μεγαλήτορας
·
οὐδʼ
ἄρα
τώ
γε
ἔκλυον
ἀμφοτέρων
,
ἑτέροισι
δὲ
κῦδος
ἔδωκαν
·
τοῖοι
Μηριόνης
τε
καὶ
Ἰδομενεὺς
ἀγοὶ
ἀνδρῶν
ἤϊσαν
ἐς
πόλεμον
κεκορυθμένοι
αἴθοπι
χαλκῷ
.
305
τὸν
καὶ
Μηριόνης
πρότερος
πρὸς
μῦθον
ἔειπε
·
Δευκαλίδη
πῇ
τὰρ
μέμονας
καταδῦναι
ὅμιλον
;
ἢ
ἐπὶ
δεξιόφιν
παντὸς
στρατοῦ
,
ἦ
ἀνὰ
μέσσους
,
ἦ
ἐπʼ
ἀριστερόφιν
;
ἐπεὶ
οὔ
ποθι
ἔλπομαι
οὕτω
δεύεσθαι
πολέμοιο
κάρη
κομόωντας
Ἀχαιούς
.
310
τὸν
δʼ
αὖτʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
νηυσὶ
μὲν
ἐν
μέσσῃσιν
ἀμύνειν
εἰσὶ
καὶ
ἄλλοι
Αἴαντές
τε
δύω
Τεῦκρός
θʼ
,
ὃς
ἄριστος
Ἀχαιῶν
τοξοσύνῃ
,
ἀγαθὸς
δὲ
καὶ
ἐν
σταδίῃ
ὑσμίνῃ
·
οἵ
μιν
ἅδην
ἐλόωσι
καὶ
ἐσσύμενον
πολέμοιο
315
Ἕκτορα
Πριαμίδην
,
καὶ
εἰ
μάλα
καρτερός
ἐστιν
.
αἰπύ
οἱ
ἐσσεῖται
μάλα
περ
μεμαῶτι
μάχεσθαι
κείνων
νικήσαντι
μένος
καὶ
χεῖρας
ἀάπτους
νῆας
ἐνιπρῆσαι
,
ὅτε
μὴ
αὐτός
γε
Κρονίων
ἐμβάλοι
αἰθόμενον
δαλὸν
νήεσσι
θοῇσιν
.
320
ἀνδρὶ
δέ
κʼ
οὐκ
εἴξειε
μέγας
Τελαμώνιος
Αἴας
,
ὃς
θνητός
τʼ
εἴη
καὶ
ἔδοι
Δημήτερος
ἀκτὴν
χαλκῷ
τε
ῥηκτὸς
μεγάλοισί
τε
χερμαδίοισιν
.
οὐδʼ
ἂν
Ἀχιλλῆϊ
ῥηξήνορι
χωρήσειεν
ἔν
γʼ
αὐτοσταδίῃ
·
ποσὶ
δʼ
οὔ
πως
ἔστιν
ἐρίζειν
.
325
νῶϊν
δʼ
ὧδʼ
ἐπʼ
ἀριστέρʼ
ἔχε
στρατοῦ
,
ὄφρα
τάχιστα
εἴδομεν
ἠέ
τῳ
εὖχος
ὀρέξομεν
,
ἦέ
τις
ἡμῖν
.
ὣς
φάτο
,
Μηριόνης
δὲ
θοῷ
ἀτάλαντος
Ἄρηϊ
ἦρχʼ
ἴμεν
,
ὄφρʼ
ἀφίκοντο
κατὰ
στρατὸν
ᾗ
μιν
ἀνώγει
,
οἳ
δʼ
ὡς
Ἰδομενῆα
ἴδον
φλογὶ
εἴκελον
ἀλκὴν
330
αὐτὸν
καὶ
θεράποντα
σὺν
ἔντεσι
δαιδαλέοισι
,
κεκλόμενοι
καθʼ
ὅμιλον
ἐπʼ
αὐτῷ
πάντες
ἔβησαν
·
τῶν
δʼ
ὁμὸν
ἵστατο
νεῖκος
ἐπὶ
πρυμνῇσι
νέεσσιν
.
ὡς
δʼ
ὅθʼ
ὑπὸ
λιγέων
ἀνέμων
σπέρχωσιν
ἄελλαι
ἤματι
τῷ
ὅτε
τε
πλείστη
κόνις
ἀμφὶ
κελεύθους
,
335
οἵ
τʼ
ἄμυδις
κονίης
μεγάλην
ἱστᾶσιν
ὀμίχλην
,
ὣς
ἄρα
τῶν
ὁμόσʼ
ἦλθε
μάχη
,
μέμασαν
δʼ
ἐνὶ
θυμῷ
ἀλλήλους
καθʼ
ὅμιλον
ἐναιρέμεν
ὀξέϊ
χαλκῷ
.
ἔφριξεν
δὲ
μάχη
φθισίμβροτος
ἐγχείῃσι
μακρῇς
,
ἃς
εἶχον
ταμεσίχροας
·
ὄσσε
δʼ
ἄμερδεν
340
αὐγὴ
χαλκείη
κορύθων
ἄπο
λαμπομενάων
θωρήκων
τε
νεοσμήκτων
σακέων
τε
φαεινῶν
ἐρχομένων
ἄμυδις
·
μάλα
κεν
θρασυκάρδιος
εἴη
ὃς
τότε
γηθήσειεν
ἰδὼν
πόνον
οὐδʼ
ἀκάχοιτο
.
τὼ
δʼ
ἀμφὶς
φρονέοντε
δύω
Κρόνου
υἷε
κραταιὼ
345
ἀνδράσιν
ἡρώεσσιν
ἐτεύχετον
ἄλγεα
λυγρά
.
Ζεὺς
μέν
ῥα
Τρώεσσι
καὶ
Ἕκτορι
βούλετο
νίκην
κυδαίνων
Ἀχιλῆα
πόδας
ταχύν
·
οὐδέ
τι
πάμπαν
ἤθελε
λαὸν
ὀλέσθαι
Ἀχαιϊκὸν
Ἰλιόθι
πρό
,
ἀλλὰ
Θέτιν
κύδαινε
καὶ
υἱέα
καρτερόθυμον
.
350
Ἀργείους
δὲ
Ποσειδάων
ὀρόθυνε
μετελθὼν
λάθρῃ
ὑπεξαναδὺς
πολιῆς
ἁλός
·
ἤχθετο
γάρ
ῥα
Τρωσὶν
δαμναμένους
,
Διὶ
δὲ
κρατερῶς
ἐνεμέσσα
.
ἦ
μὰν
ἀμφοτέροισιν
ὁμὸν
γένος
ἠδʼ
ἴα
πάτρη
,
ἀλλὰ
Ζεὺς
πρότερος
γεγόνει
καὶ
πλείονα
ᾔδη
.
355
τώ
ῥα
καὶ
ἀμφαδίην
μὲν
ἀλεξέμεναι
ἀλέεινε
,
λάθρῃ
δʼ
αἰὲν
ἔγειρε
κατὰ
στρατὸν
ἀνδρὶ
ἐοικώς
.
τοὶ
δʼ
ἔριδος
κρατερῆς
καὶ
ὁμοιΐου
πτολέμοιο
πεῖραρ
ἐπαλλάξαντες
ἐπʼ
ἀμφοτέροισι
τάνυσσαν
ἄρρηκτόν
τʼ
ἄλυτόν
τε
,
τὸ
πολλῶν
γούνατʼ
ἔλυσεν
.
360
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.