οἳ
δʼ
ἄρʼ
ἴσαν
ὡς
εἴ
τε
πυρὶ
χθὼν
πᾶσα
νέμοιτο
·
780
γαῖα
δʼ
ὑπεστενάχιζε
Διὶ
ὣς
τερπικεραύνῳ
χωομένῳ
ὅτε
τʼ
ἀμφὶ
Τυφωέϊ
γαῖαν
ἱμάσσῃ
εἰν
Ἀρίμοις
,
ὅθι
φασὶ
Τυφωέος
ἔμμεναι
εὐνάς
·
ὣς
ἄρα
τῶν
ὑπὸ
ποσσὶ
μέγα
στεναχίζετο
γαῖα
ἐρχομένων
·
μάλα
δʼ
ὦκα
διέπρησσον
πεδίοιο
.
785
Τρωσὶν
δʼ
ἄγγελος
ἦλθε
ποδήνεμος
ὠκέα
Ἶρις
πὰρ
Διὸς
αἰγιόχοιο
σὺν
ἀγγελίῃ
ἀλεγεινῇ
·
οἳ
δʼ
ἀγορὰς
ἀγόρευον
ἐπὶ
Πριάμοιο
θύρῃσι
πάντες
ὁμηγερέες
ἠμὲν
νέοι
ἠδὲ
γέροντες
·
ἀγχοῦ
δʼ
ἱσταμένη
προσέφη
πόδας
ὠκέα
Ἶρις
·
790
εἴσατο
δὲ
φθογγὴν
υἷϊ
Πριάμοιο
Πολίτῃ
,
ὃς
Τρώων
σκοπὸς
ἷζε
ποδωκείῃσι
πεποιθὼς
τύμβῳ
ἐπʼ
ἀκροτάτῳ
Αἰσυήταο
γέροντος
,
δέγμενος
ὁππότε
ναῦφιν
ἀφορμηθεῖεν
Ἀχαιοί
·
τῷ
μιν
ἐεισαμένη
προσέφη
πόδας
ὠκέα
Ἶρις
·
795
ὦ
γέρον
αἰεί
τοι
μῦθοι
φίλοι
ἄκριτοί
εἰσιν
,
ὥς
ποτʼ
ἐπʼ
εἰρήνης
·
πόλεμος
δʼ
ἀλίαστος
ὄρωρεν
.
ἤδη
μὲν
μάλα
πολλὰ
μάχας
εἰσήλυθον
ἀνδρῶν
,
ἀλλʼ
οὔ
πω
τοιόνδε
τοσόνδέ
τε
λαὸν
ὄπωπα
·
λίην
γὰρ
φύλλοισιν
ἐοικότες
ἢ
ψαμάθοισιν
800
ἔρχονται
πεδίοιο
μαχησόμενοι
προτὶ
ἄστυ
.
Ἕκτορ
σοὶ
δὲ
μάλιστʼ
ἐπιτέλλομαι
,
ὧδε
δὲ
ῥέξαι
·
πολλοὶ
γὰρ
κατὰ
ἄστυ
μέγα
Πριάμου
ἐπίκουροι
,
ἄλλη
δʼ
ἄλλων
γλῶσσα
πολυσπερέων
ἀνθρώπων
·
τοῖσιν
ἕκαστος
ἀνὴρ
σημαινέτω
οἷσί
περ
ἄρχει
,
805
τῶν
δʼ
ἐξηγείσθω
κοσμησάμενος
πολιήτας
.
ὣς
ἔφαθʼ
,
Ἕκτωρ
δʼ
οὔ
τι
θεᾶς
ἔπος
ἠγνοίησεν
,
αἶψα
δʼ
ἔλυσʼ
ἀγορήν
·
ἐπὶ
τεύχεα
δʼ
ἐσσεύοντο
·
πᾶσαι
δʼ
ὠΐγνυντο
πύλαι
,
ἐκ
δʼ
ἔσσυτο
λαὸς
πεζοί
θʼ
ἱππῆές
τε
·
πολὺς
δʼ
ὀρυμαγδὸς
ὀρώρει
.
810
ἔστι
δέ
τις
προπάροιθε
πόλιος
αἰπεῖα
κολώνη
ἐν
πεδίῳ
ἀπάνευθε
περίδρομος
ἔνθα
καὶ
ἔνθα
,
τὴν
ἤτοι
ἄνδρες
Βατίειαν
κικλήσκουσιν
,
ἀθάνατοι
δέ
τε
σῆμα
πολυσκάρθμοιο
Μυρίνης
·
ἔνθα
τότε
Τρῶές
τε
διέκριθεν
ἠδʼ
ἐπίκουροι
.
815
Τρωσὶ
μὲν
ἡγεμόνευε
μέγας
κορυθαίολος
Ἕκτωρ
Πριαμίδης
·
ἅμα
τῷ
γε
πολὺ
πλεῖστοι
καὶ
ἄριστοι
λαοὶ
θωρήσσοντο
μεμαότες
ἐγχείῃσι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.