φῆ
πυρὶ
καιόμενος
,
ἀνὰ
δʼ
ἔφλυε
καλὰ
ῥέεθρα
.
ὡς
δὲ
λέβης
ζεῖ
ἔνδον
ἐπειγόμενος
πυρὶ
πολλῷ
κνίσην
μελδόμενος
ἁπαλοτρεφέος
σιάλοιο
πάντοθεν
ἀμβολάδην
,
ὑπὸ
δὲ
ξύλα
κάγκανα
κεῖται
,
ὣς
τοῦ
καλὰ
ῥέεθρα
πυρὶ
φλέγετο
,
ζέε
δʼ
ὕδωρ
·
365
οὐδʼ
ἔθελε
προρέειν
,
ἀλλʼ
ἴσχετο
·
τεῖρε
δʼ
ἀϋτμὴ
Ἡφαίστοιο
βίηφι
πολύφρονος
.
αὐτὰρ
ὅ
γʼ
Ἥρην
πολλὰ
λισσόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἥρη
τίπτε
σὸς
υἱὸς
ἐμὸν
ῥόον
ἔχραε
κήδειν
ἐξ
ἄλλων
;
οὐ
μέν
τοι
ἐγὼ
τόσον
αἴτιός
εἰμι
370
ὅσσον
οἱ
ἄλλοι
πάντες
,
ὅσοι
Τρώεσσιν
ἀρωγοί
.
ἀλλʼ
ἤτοι
μὲν
ἐγὼν
ἀποπαύσομαι
εἰ
σὺ
κελεύεις
,
παυέσθω
δὲ
καὶ
οὗτος
·
ἐγὼ
δʼ
ἐπὶ
καὶ
τόδʼ
ὀμοῦμαι
,
μή
ποτʼ
ἐπὶ
Τρώεσσιν
ἀλεξήσειν
κακὸν
ἦμαρ
,
μὴ
δʼ
ὁπότʼ
ἂν
Τροίη
μαλερῷ
πυρὶ
πᾶσα
δάηται
375
καιομένη
,
καίωσι
δʼ
ἀρήϊοι
υἷες
Ἀχαιῶν
.
αὐτὰρ
ἐπεὶ
τό
γʼ
ἄκουσε
θεὰ
λευκώλενος
Ἥρη
,
αὐτίκʼ
ἄρʼ
Ἥφαιστον
προσεφώνεεν
ὃν
φίλον
υἱόν
·
Ἥφαιστε
σχέο
τέκνον
ἀγακλεές
·
οὐ
γὰρ
ἔοικεν
ἀθάνατον
θεὸν
ὧδε
βροτῶν
ἕνεκα
στυφελίζειν
.
380
ὣς
ἔφαθʼ
,
Ἥφαιστος
δὲ
κατέσβεσε
θεσπιδαὲς
πῦρ
,
ἄψορρον
δʼ
ἄρα
κῦμα
κατέσσυτο
καλὰ
ῥέεθρα
.
αὐτὰρ
ἐπεὶ
Ξάνθοιο
δάμη
μένος
,
οἳ
μὲν
ἔπειτα
παυσάσθην
,
Ἥρη
γὰρ
ἐρύκακε
χωομένη
περ
·
ἐν
δʼ
ἄλλοισι
θεοῖσιν
ἔρις
πέσε
βεβριθυῖα
385
ἀργαλέη
,
δίχα
δέ
σφιν
ἐνὶ
φρεσὶ
θυμὸς
ἄητο
·
σὺν
δʼ
ἔπεσον
μεγάλῳ
πατάγῳ
,
βράχε
δʼ
εὐρεῖα
χθών
,
ἀμφὶ
δὲ
σάλπιγξεν
μέγας
οὐρανός
.
ἄϊε
δὲ
Ζεὺς
ἥμενος
Οὐλύμπῳ
·
ἐγέλασσε
δέ
οἱ
φίλον
ἦτορ
γηθοσύνῃ
,
ὅθʼ
ὁρᾶτο
θεοὺς
ἔριδι
ξυνιόντας
.
390
ἔνθʼ
οἵ
γʼ
οὐκέτι
δηρὸν
ἀφέστασαν
·
ἦρχε
γὰρ
Ἄρης
ῥινοτόρος
,
καὶ
πρῶτος
Ἀθηναίῃ
ἐπόρουσε
χάλκεον
ἔγχος
ἔχων
,
καὶ
ὀνείδειον
φάτο
μῦθον
·
τίπτʼ
αὖτʼ
ὦ
κυνάμυια
θεοὺς
ἔριδι
ξυνελαύνεις
θάρσος
ἄητον
ἔχουσα
,
μέγας
δέ
σε
θυμὸς
ἀνῆκεν
;
395
ἦ
οὐ
μέμνῃ
ὅτε
Τυδεΐδην
Διομήδεʼ
ἀνῆκας
οὐτάμεναι
,
αὐτὴ
δὲ
πανόψιον
ἔγχος
ἑλοῦσα
ἰθὺς
ἐμεῦ
ὦσας
,
διὰ
δὲ
χρόα
καλὸν
ἔδαψας
;
τώ
σʼ
αὖ
νῦν
ὀΐω
ἀποτισέμεν
ὅσσα
ἔοργας
.
ὣς
εἰπὼν
οὔτησε
κατʼ
αἰγίδα
θυσσανόεσσαν
400
σμερδαλέην
,
ἣν
οὐδὲ
Διὸς
δάμνησι
κεραυνός
·
τῇ
μιν
Ἄρης
οὔτησε
μιαιφόνος
ἔγχεϊ
μακρῷ
.
ἣ
δʼ
ἀναχασσαμένη
λίθον
εἵλετο
χειρὶ
παχείῃ
κείμενον
ἐν
πεδίῳ
μέλανα
τρηχύν
τε
μέγαν
τε
,
τόν
ῥʼ
ἄνδρες
πρότεροι
θέσαν
ἔμμεναι
οὖρον
ἀρούρης
·
405
τῷ
βάλε
θοῦρον
Ἄρηα
κατʼ
αὐχένα
,
λῦσε
δὲ
γυῖα
.
ἑπτὰ
δʼ
ἐπέσχε
πέλεθρα
πεσών
,
ἐκόνισε
δὲ
χαίτας
,
τεύχεά
τʼ
ἀμφαράβησε
·
γέλασσε
δὲ
Παλλὰς
Ἀθήνη
,
καί
οἱ
ἐπευχομένη
ἔπεα
πτερόεντα
προσηύδα
·
νηπύτι
ʼ
οὐδέ
νύ
πώ
περ
ἐπεφράσω
ὅσσον
ἀρείων
410
εὔχομʼ
ἐγὼν
ἔμεναι
,
ὅτι
μοι
μένος
ἰσοφαρίζεις
.
οὕτω
κεν
τῆς
μητρὸς
ἐρινύας
ἐξαποτίνοις
,
ἥ
τοι
χωομένη
κακὰ
μήδεται
οὕνεκʼ
Ἀχαιοὺς
κάλλιπες
,
αὐτὰρ
Τρωσὶν
ὑπερφιάλοισιν
ἀμύνεις
.
ὣς
ἄρα
φωνήσασα
πάλιν
τρέπεν
ὄσσε
φαεινώ
·
415
τὸν
δʼ
ἄγε
χειρὸς
ἑλοῦσα
Διὸς
θυγάτηρ
Ἀφροδίτη
πυκνὰ
μάλα
στενάχοντα
·
μόγις
δʼ
ἐσαγείρετο
θυμόν
.
τὴν
δʼ
ὡς
οὖν
ἐνόησε
θεὰ
λευκώλενος
Ἥρη
,
αὐτίκʼ
Ἀθηναίην
ἔπεα
πτερόεντα
προσηύδα
·
ὢ
πόποι
αἰγιόχοιο
Διὸς
τέκος
Ἀτρυτώνη
420
καὶ
δʼ
αὖθʼ
ἡ
κυνάμυια
ἄγει
βροτολοιγὸν
Ἄρηα
δηΐου
ἐκ
πολέμοιο
κατὰ
κλόνον
·
ἀλλὰ
μέτελθε
.
ὣς
φάτʼ
,
Ἀθηναίη
δὲ
μετέσσυτο
,
χαῖρε
δὲ
θυμῷ
,
καί
ῥʼ
ἐπιεισαμένη
πρὸς
στήθεα
χειρὶ
παχείῃ
ἤλασε
·
τῆς
δʼ
αὐτοῦ
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
.
425
τὼ
μὲν
ἄρʼ
ἄμφω
κεῖντο
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
,
ἣ
δʼ
ἄρʼ
ἐπευχομένη
ἔπεα
πτερόεντʼ
ἀγόρευε
·
τοιοῦτοι
νῦν
πάντες
ὅσοι
Τρώεσσιν
ἀρωγοὶ
εἶεν
,
ὅτʼ
Ἀργείοισι
μαχοίατο
θωρηκτῇσιν
,
ὧδέ
τε
θαρσαλέοι
καὶ
τλήμονες
,
ὡς
Ἀφροδίτη
430
ἦλθεν
Ἄρῃ
ἐπίκουρος
ἐμῷ
μένει
ἀντιόωσα
·
τώ
κεν
δὴ
πάλαι
ἄμμες
ἐπαυσάμεθα
πτολέμοιο
Ἰλίου
ἐκπέρσαντες
ἐϋκτίμενον
πτολίεθρον
.
ὣς
φάτο
,
μείδησεν
δὲ
θεὰ
λευκώλενος
Ἥρη
.
αὐτὰρ
Ἀπόλλωνα
προσέφη
κρείων
ἐνοσίχθων
·
435
Φοῖβε
τί
ἢ
δὴ
νῶϊ
διέσταμεν
;
οὐδὲ
ἔοικεν
ἀρξάντων
ἑτέρων
·
τὸ
μὲν
αἴσχιον
αἴ
κʼ
ἀμαχητὶ
ἴομεν
Οὔλυμπον
δὲ
Διὸς
ποτὶ
χαλκοβατὲς
δῶ
.
ἄρχε
·
σὺ
γὰρ
γενεῆφι
νεώτερος
·
οὐ
γὰρ
ἔμοιγε
καλόν
,
ἐπεὶ
πρότερος
γενόμην
καὶ
πλείονα
οἶδα
.
440
νηπύτιʼ
ὡς
ἄνοον
κραδίην
ἔχες
·
οὐδέ
νυ
τῶν
περ
μέμνηαι
ὅσα
δὴ
πάθομεν
κακὰ
Ἴλιον
ἀμφὶ
μοῦνοι
νῶϊ
θεῶν
,
ὅτʼ
ἀγήνορι
Λαομέδοντι
πὰρ
Διὸς
ἐλθόντες
θητεύσαμεν
εἰς
ἐνιαυτὸν
μισθῷ
ἔπι
ῥητῷ
·
ὃ
δὲ
σημαίνων
ἐπέτελλεν
.
445
ἤτοι
ἐγὼ
Τρώεσσι
πόλιν
πέρι
τεῖχος
ἔδειμα
εὐρύ
τε
καὶ
μάλα
καλόν
,
ἵνʼ
ἄρρηκτος
πόλις
εἴη
·
Φοῖβε
σὺ
δʼ
εἰλίποδας
ἕλικας
βοῦς
βουκολέεσκες
Ἴδης
ἐν
κνημοῖσι
πολυπτύχου
ὑληέσσης
.
ἀλλʼ
ὅτε
δὴ
μισθοῖο
τέλος
πολυγηθέες
ὧραι
450
ἐξέφερον
,
τότε
νῶϊ
βιήσατο
μισθὸν
ἅπαντα
Λαομέδων
ἔκπαγλος
,
ἀπειλήσας
δʼ
ἀπέπεμπε
.
σὺν
μὲν
ὅ
γʼ
ἠπείλησε
πόδας
καὶ
χεῖρας
ὕπερθε
δήσειν
,
καὶ
περάαν
νήσων
ἔπι
τηλεδαπάων
·
στεῦτο
δʼ
ὅ
γʼ
ἀμφοτέρων
ἀπολεψέμεν
οὔατα
χαλκῷ
.
455
νῶϊ
δὲ
ἄψορροι
κίομεν
κεκοτηότι
θυμῷ
μισθοῦ
χωόμενοι
,
τὸν
ὑποστὰς
οὐκ
ἐτέλεσσε
.
τοῦ
δὴ
νῦν
λαοῖσι
φέρεις
χάριν
,
οὐδὲ
μεθʼ
ἡμέων
πειρᾷ
ὥς
κε
Τρῶες
ὑπερφίαλοι
ἀπόλωνται
πρόχνυ
κακῶς
σὺν
παισὶ
καὶ
αἰδοίῃς
ἀλόχοισι
460
τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἑκάεργος
Ἀπόλλων
·
ἐννοσίγαι
ʼ
οὐκ
ἄν
με
σαόφρονα
μυθήσαιο
ἔμμεναι
,
εἰ
δὴ
σοί
γε
βροτῶν
ἕνεκα
πτολεμίξω
δειλῶν
,
οἳ
φύλλοισιν
ἐοικότες
ἄλλοτε
μέν
τε
ζαφλεγέες
τελέθουσιν
ἀρούρης
καρπὸν
ἔδοντες
,
465
ἄλλοτε
δὲ
φθινύθουσιν
ἀκήριοι
.
ἀλλὰ
τάχιστα
παυώμεσθα
μάχης
·
οἳ
δʼ
αὐτοὶ
δηριαάσθων
.
ὣς
ἄρα
φωνήσας
πάλιν
ἐτράπετʼ
·
αἴδετο
γάρ
ῥα
πατροκασιγνήτοιο
μιγήμεναι
ἐν
παλάμῃσι
.
τὸν
δὲ
κασιγνήτη
μάλα
νείκεσε
πότνια
θηρῶν
470
Ἄρτεμις
ἀγροτέρη
,
καὶ
ὀνείδειον
φάτο
μῦθον
·
φεύγεις
δὴ
ἑκάεργε
,
Ποσειδάωνι
δὲ
νίκην
πᾶσαν
ἐπέτρεψας
,
μέλεον
δέ
οἱ
εὖχος
ἔδωκας
·
νηπύτιε
τί
νυ
τόξον
ἔχεις
ἀνεμώλιον
αὔτως
;
μή
σευ
νῦν
ἔτι
πατρὸς
ἐνὶ
μεγάροισιν
ἀκούσω
475
εὐχομένου
,
ὡς
τὸ
πρὶν
ἐν
ἀθανάτοισι
θεοῖσιν
,
ἄντα
Ποσειδάωνος
ἐναντίβιον
πολεμίζειν
.
ὣς
φάτο
,
τὴν
δʼ
οὔ
τι
προσέφη
ἑκάεργος
Ἀπόλλων
,
ἀλλὰ
χολωσαμένη
Διὸς
αἰδοίη
παράκοιτις
νείκεσεν
ἰοχέαιραν
ὀνειδείοις
ἐπέεσσι
·
480
πῶς
δὲ
σὺ
νῦν
μέμονας
κύον
ἀδεὲς
ἀντίʼ
ἐμεῖο
στήσεσθαι
;
χαλεπή
τοι
ἐγὼ
μένος
ἀντιφέρεσθαι
τοξοφόρῳ
περ
ἐούσῃ
,
ἐπεὶ
σὲ
λέοντα
γυναιξὶ
Ζεὺς
θῆκεν
,
καὶ
ἔδωκε
κατακτάμεν
ἥν
κʼ
ἐθέλῃσθα
.
ἤτοι
βέλτερόν
ἐστι
κατʼ
οὔρεα
θῆρας
ἐναίρειν
485
ἀγροτέρας
τʼ
ἐλάφους
ἢ
κρείσσοσιν
ἶφι
μάχεσθαι
.
εἰ
δʼ
ἐθέλεις
πολέμοιο
δαήμεναι
,
ὄφρʼ
ἐῢ
εἰδῇς
ὅσσον
φερτέρη
εἴμʼ
,
ὅτι
μοι
μένος
ἀντιφερίζεις
.
ἦ
ῥα
,
καὶ
ἀμφοτέρας
ἐπὶ
καρπῷ
χεῖρας
ἔμαρπτε
σκαιῇ
,
δεξιτερῇ
δʼ
ἄρʼ
ἀπʼ
ὤμων
αἴνυτο
τόξα
,
490
αὐτοῖσιν
δʼ
ἄρʼ
ἔθεινε
παρʼ
οὔατα
μειδιόωσα
ἐντροπαλιζομένην
·
ταχέες
δʼ
ἔκπιπτον
ὀϊστοί
.
δακρυόεσσα
δʼ
ὕπαιθα
θεὰ
φύγεν
ὥς
τε
πέλεια
,
ἥ
ῥά
θʼ
ὑπʼ
ἴρηκος
κοίλην
εἰσέπτατο
πέτρην
χηραμόν
·
οὐδʼ
ἄρα
τῇ
γε
ἁλώμεναι
αἴσιμον
ἦεν
·
495
ὣς
ἣ
δακρυόεσσα
φύγεν
,
λίπε
δʼ
αὐτόθι
τόξα
.
Λητὼ
δὲ
προσέειπε
διάκτορος
ἀργεϊφόντης
·
Λητοῖ
ἐγὼ
δέ
τοι
οὔ
τι
μαχήσομαι
·
ἀργαλέον
δὲ
πληκτίζεσθʼ
ἀλόχοισι
Διὸς
νεφεληγερέταο
·
ἀλλὰ
μάλα
πρόφρασσα
μετʼ
ἀθανάτοισι
θεοῖσιν
500
εὔχεσθαι
ἐμὲ
νικῆσαι
κρατερῆφι
βίηφιν
.
ὣς
ἄρʼ
ἔφη
,
Λητὼ
δὲ
συναίνυτο
καμπύλα
τόξα
πεπτεῶτʼ
ἄλλυδις
ἄλλα
μετὰ
στροφάλιγγι
κονίης
.
ἣ
μὲν
τόξα
λαβοῦσα
πάλιν
κίε
θυγατέρος
ἧς
·
ἣ
δʼ
ἄρʼ
Ὄλυμπον
ἵκανε
Διὸς
ποτὶ
χαλκοβατὲς
δῶ
,
505
δακρυόεσσα
δὲ
πατρὸς
ἐφέζετο
γούνασι
κούρη
,
ἀμφὶ
δʼ
ἄρʼ
ἀμβρόσιος
ἑανὸς
τρέμε
·
τὴν
δὲ
προτὶ
οἷ
εἷλε
πατὴρ
Κρονίδης
,
καὶ
ἀνείρετο
ἡδὺ
γελάσσας
·
τίς
νύ
σε
τοιάδʼ
ἔρεξε
φίλον
τέκος
Οὐρανιώνων
μαψιδίως
,
ὡς
εἴ
τι
κακὸν
ῥέζουσαν
ἐνωπῇ
;
510
τὸν
δʼ
αὖτε
προσέειπεν
ἐϋστέφανος
κελαδεινή
·
σή
μʼ
ἄλοχος
στυφέλιξε
πάτερ
λευκώλενος
Ἥρη
,
ἐξ
ἧς
ἀθανάτοισιν
ἔρις
καὶ
νεῖκος
ἐφῆπται
.
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
·
αὐτὰρ
Ἀπόλλων
Φοῖβος
ἐδύσετο
Ἴλιον
ἱρήν
·
515
μέμβλετο
γάρ
οἱ
τεῖχος
ἐϋδμήτοιο
πόληος
μὴ
Δαναοὶ
πέρσειαν
ὑπὲρ
μόρον
ἤματι
κείνῳ
.
οἳ
δʼ
ἄλλοι
πρὸς
Ὄλυμπον
ἴσαν
θεοὶ
αἰὲν
ἐόντες
,
οἳ
μὲν
χωόμενοι
,
οἳ
δὲ
μέγα
κυδιόωντες
·
κὰδ
δʼ
ἷζον
παρὰ
πατρὶ
κελαινεφεῖ
·
αὐτὰρ
Ἀχιλλεὺς
520
Τρῶας
ὁμῶς
αὐτούς
τʼ
ὄλεκεν
καὶ
μώνυχας
ἵππους
.
ὡς
δʼ
ὅτε
καπνὸς
ἰὼν
εἰς
οὐρανὸν
εὐρὺν
ἵκηται
ἄστεος
αἰθομένοιο
,
θεῶν
δέ
ἑ
μῆνις
ἀνῆκε
,
πᾶσι
δʼ
ἔθηκε
πόνον
,
πολλοῖσι
δὲ
κήδεʼ
ἐφῆκεν
,
ὣς
Ἀχιλεὺς
Τρώεσσι
πόνον
καὶ
κήδεʼ
ἔθηκεν
.
525
ἑστήκει
δʼ
ὃ
γέρων
Πρίαμος
θείου
ἐπὶ
πύργου
,
ἐς
δʼ
ἐνόησʼ
Ἀχιλῆα
πελώριον
·
αὐτὰρ
ὑπʼ
αὐτοῦ
Τρῶες
ἄφαρ
κλονέοντο
πεφυζότες
,
οὐδέ
τις
ἀλκὴ
γίγνεθʼ
·
ὃ
δʼ
οἰμώξας
ἀπὸ
πύργου
βαῖνε
χαμᾶζε
ὀτρύνων
παρὰ
τεῖχος
ἀγακλειτοὺς
πυλαωρούς
·
530
πεπταμένας
ἐν
χερσὶ
πύλας
ἔχετʼ
εἰς
ὅ
κε
λαοὶ
ἔλθωσι
προτὶ
ἄστυ
πεφυζότες
·
ἦ
γὰρ
Ἀχιλλεὺς
ἐγγὺς
ὅδε
κλονέων
·
νῦν
οἴω
λοίγιʼ
ἔσεσθαι
.
αὐτὰρ
ἐπεί
κʼ
ἐς
τεῖχος
ἀναπνεύσωσιν
ἀλέντες
,
αὖτις
ἐπανθέμεναι
σανίδας
πυκινῶς
ἀραρυίας
·
535
δείδια
γὰρ
μὴ
οὖλος
ἀνὴρ
ἐς
τεῖχος
ἅληται
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄνεσάν
τε
πύλας
καὶ
ἀπῶσαν
ὀχῆας
·
αἳ
δὲ
πετασθεῖσαι
τεῦξαν
φάος
·
αὐτὰρ
Ἀπόλλων
ἀντίος
ἐξέθορε
Τρώων
ἵνα
λοιγὸν
ἀλάλκοι
.
οἳ
δʼ
ἰθὺς
πόλιος
καὶ
τείχεος
ὑψηλοῖο
540
δίψῃ
καρχαλέοι
κεκονιμένοι
ἐκ
πεδίοιο
φεῦγον
·
ὃ
δὲ
σφεδανὸν
ἔφεπʼ
ἔγχεϊ
,
λύσσα
δέ
οἱ
κῆρ
αἰὲν
ἔχε
κρατερή
,
μενέαινε
δὲ
κῦδος
ἀρέσθαι
.
ἔνθά
κεν
ὑψίπυλον
Τροίην
ἕλον
υἷες
Ἀχαιῶν
,
εἰ
μὴ
Ἀπόλλων
Φοῖβος
Ἀγήνορα
δῖον
ἀνῆκε
545
φῶτʼ
Ἀντήνορος
υἱὸν
ἀμύμονά
τε
κρατερόν
τε
.
ἐν
μέν
οἱ
κραδίῃ
θάρσος
βάλε
,
πὰρ
δέ
οἱ
αὐτὸς
ἔστη
,
ὅπως
θανάτοιο
βαρείας
χεῖρας
ἀλάλκοι
φηγῷ
κεκλιμένος
·
κεκάλυπτο
δʼ
ἄρʼ
ἠέρι
πολλῇ
.
αὐτὰρ
ὅ
γʼ
ὡς
ἐνόησεν
Ἀχιλλῆα
πτολίπορθον
550
ἔστη
,
πολλὰ
δέ
οἱ
κραδίη
πόρφυρε
μένοντι
·
ὀχθήσας
δʼ
ἄρα
εἶπε
πρὸς
ὃν
μεγαλήτορα
θυμόν
·
ὤ
μοι
ἐγών
·
εἰ
μέν
κεν
ὑπὸ
κρατεροῦ
Ἀχιλῆος
φεύγω
,
τῇ
περ
οἱ
ἄλλοι
ἀτυζόμενοι
κλονέονται
,
αἱρήσει
με
καὶ
ὧς
,
καὶ
ἀνάλκιδα
δειροτομήσει
.
555
εἰ
δʼ
ἂν
ἐγὼ
τούτους
μὲν
ὑποκλονέεσθαι
ἐάσω
Πηλεΐδῃ
Ἀχιλῆϊ
,
ποσὶν
δʼ
ἀπὸ
τείχεος
ἄλλῃ
φεύγω
πρὸς
πεδίον
Ἰλήϊον
,
ὄφρʼ
ἂν
ἵκωμαι
Ἴδης
τε
κνημοὺς
κατά
τε
ῥωπήϊα
δύω
·
ἑσπέριος
δʼ
ἂν
ἔπειτα
λοεσσάμενος
ποταμοῖο
560
ἱδρῶ
ἀποψυχθεὶς
προτὶ
Ἴλιον
ἀπονεοίμην
·
ἀλλὰ
τί
ἤ
μοι
ταῦτα
φίλος
διελέξατο
θυμός
;
μή
μʼ
ἀπαειρόμενον
πόλιος
πεδίον
δὲ
νοήσῃ
καί
με
μεταΐξας
μάρψῃ
ταχέεσσι
πόδεσσιν
.
οὐκέτʼ
ἔπειτʼ
ἔσται
θάνατον
καὶ
κῆρας
ἀλύξαι
·
565
λίην
γὰρ
κρατερὸς
περὶ
πάντων
ἔστʼ
ἀνθρώπων
.
εἰ
δέ
κέ
οἱ
προπάροιθε
πόλεος
κατεναντίον
ἔλθω
·
καὶ
γάρ
θην
τούτῳ
τρωτὸς
χρὼς
ὀξέϊ
χαλκῷ
,
ἐν
δὲ
ἴα
ψυχή
,
θνητὸν
δέ
ἕ
φασʼ
ἄνθρωποι
ἔμμεναι
·
αὐτάρ
οἱ
Κρονίδης
Ζεὺς
κῦδος
ὀπάζει
.
570
ὣς
εἰπὼν
Ἀχιλῆα
ἀλεὶς
μένεν
,
ἐν
δέ
οἱ
ἦτορ
ἄλκιμον
ὁρμᾶτο
πτολεμίζειν
ἠδὲ
μάχεσθαι
.
ἠΰτε
πάρδαλις
εἶσι
βαθείης
ἐκ
ξυλόχοιο
ἀνδρὸς
θηρητῆρος
ἐναντίον
,
οὐδέ
τι
θυμῷ
ταρβεῖ
οὐδὲ
φοβεῖται
,
ἐπεί
κεν
ὑλαγμὸν
ἀκούσῃ
·
575
εἴ
περ
γὰρ
φθάμενός
μιν
ἢ
οὐτάσῃ
ἠὲ
βάλῃσιν
,
ἀλλά
τε
καὶ
περὶ
δουρὶ
πεπαρμένη
οὐκ
ἀπολήγει
ἀλκῆς
,
πρίν
γʼ
ἠὲ
ξυμβλήμεναι
ἠὲ
δαμῆναι
·
ὣς
Ἀντήνορος
υἱὸς
ἀγαυοῦ
δῖος
Ἀγήνωρ
οὐκ
ἔθελεν
φεύγειν
,
πρὶν
πειρήσαιτʼ
Ἀχιλῆος
.
580
ἀλλʼ
ὅ
γʼ
ἄρʼ
ἀσπίδα
μὲν
πρόσθʼ
ἔσχετο
πάντοσʼ
ἐΐσην
,
ἐγχείῃ
δʼ
αὐτοῖο
τιτύσκετο
,
καὶ
μέγʼ
ἀΰτει
·
ἦ
δή
που
μάλʼ
ἔολπας
ἐνὶ
φρεσὶ
φαίδιμʼ
Ἀχιλλεῦ
ἤματι
τῷδε
πόλιν
πέρσειν
Τρώων
ἀγερώχων
νηπύτιʼ
·
ἦ
τʼ
ἔτι
πολλὰ
τετεύξεται
ἄλγεʼ
ἐπʼ
αὐτῇ
.
585
ἐν
γάρ
οἱ
πολέες
τε
καὶ
ἄλκιμοι
ἀνέρες
εἰμέν
,
οἳ
καὶ
πρόσθε
φίλων
τοκέων
ἀλόχων
τε
καὶ
υἱῶν
Ἴλιον
εἰρυόμεσθα
·
σὺ
δʼ
ἐνθάδε
πότμον
ἐφέψεις
ὧδʼ
ἔκπαγλος
ἐὼν
καὶ
θαρσαλέος
πολεμιστής
.
ἦ
ῥα
,
καὶ
ὀξὺν
ἄκοντα
βαρείης
χειρὸς
ἀφῆκε
,
590
καί
ῥʼ
ἔβαλε
κνήμην
ὑπὸ
γούνατος
οὐδʼ
ἀφάμαρτεν
.
ἀμφὶ
δέ
οἱ
κνημὶς
νεοτεύκτου
κασσιτέροιο
σμερδαλέον
κονάβησε
·
πάλιν
δʼ
ἀπὸ
χαλκὸς
ὄρουσε
βλημένου
,
οὐδʼ
ἐπέρησε
,
θεοῦ
δʼ
ἠρύκακε
δῶρα
.
Πηλεΐδης
δʼ
ὁρμήσατʼ
Ἀγήνορος
ἀντιθέοιο
595
δεύτερος
·
οὐδʼ
ἔτʼ
ἔασεν
Ἀπόλλων
κῦδος
ἀρέσθαι
,
ἀλλά
μιν
ἐξήρπαξε
,
κάλυψε
δʼ
ἄρʼ
ἠέρι
πολλῇ
,
ἡσύχιον
δʼ
ἄρα
μιν
πολέμου
ἔκπεμπε
νέεσθαι
.
αὐτὰρ
ὃ
Πηλεΐωνα
δόλῳ
ἀποέργαθε
λαοῦ
·
αὐτῷ
γὰρ
ἑκάεργος
Ἀγήνορι
πάντα
ἐοικὼς
600
ἔστη
πρόσθε
ποδῶν
,
ὃ
δʼ
ἐπέσσυτο
ποσσὶ
διώκειν
·
εἷος
ὃ
τὸν
πεδίοιο
διώκετο
πυροφόροιο
τρέψας
πὰρ
ποταμὸν
βαθυδινήεντα
Σκάμανδρον
τυτθὸν
ὑπεκπροθέοντα
·
δόλῳ
δʼ
ἄρʼ
ἔθελγεν
Ἀπόλλων
ὡς
αἰεὶ
ἔλποιτο
κιχήσεσθαι
ποσὶν
οἷσι
·
605
τόφρʼ
ἄλλοι
Τρῶες
πεφοβημένοι
ἦλθον
ὁμίλῳ
ἀσπάσιοι
προτὶ
ἄστυ
,
πόλις
δʼ
ἔμπλητο
ἀλέντων
.
οὐδʼ
ἄρα
τοί
γʼ
ἔτλαν
πόλιος
καὶ
τείχεος
ἐκτὸς
μεῖναι
ἔτʼ
ἀλλήλους
,
καὶ
γνώμεναι
ὅς
τε
πεφεύγοι
ὅς
τʼ
ἔθανʼ
ἐν
πολέμῳ
·
ἀλλʼ
ἐσσυμένως
ἐσέχυντο
610
ἐς
πόλιν
,
ὅν
τινα
τῶν
γε
πόδες
καὶ
γοῦνα
σαώσαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.