ἔστι
δέ
τι
σπέος
εὐρὺ
βαθείης
βένθεσι
λίμνης
μεσσηγὺς
Τενέδοιο
καὶ
Ἴμβρου
παιπαλοέσσης
·
ἔνθʼ
ἵππους
ἔστησε
Ποσειδάων
ἐνοσίχθων
λύσας
ἐξ
ὀχέων
,
παρὰ
δʼ
ἀμβρόσιον
βάλεν
εἶδαρ
35
ἔδμεναι
·
ἀμφὶ
δὲ
ποσσὶ
πέδας
ἔβαλε
χρυσείας
ἀρρήκτους
ἀλύτους
,
ὄφρʼ
ἔμπεδον
αὖθι
μένοιεν
νοστήσαντα
ἄνακτα
·
ὃ
δʼ
ἐς
στρατὸν
ᾤχετʼ
Ἀχαιῶν
.
Τρῶες
δὲ
φλογὶ
ἶσοι
ἀολλέες
ἠὲ
θυέλλῃ
Ἕκτορι
Πριαμίδῃ
ἄμοτον
μεμαῶτες
ἕποντο
40
ἄβρομοι
αὐΐαχοι
·
ἔλποντο
δὲ
νῆας
Ἀχαιῶν
αἱρήσειν
,
κτενέειν
δὲ
παρʼ
αὐτόθι
πάντας
ἀρίστους
.
ἀλλὰ
Ποσειδάων
γαιήοχος
ἐννοσίγαιος
Ἀργείους
ὄτρυνε
βαθείης
ἐξ
ἁλὸς
ἐλθὼν
εἰσάμενος
Κάλχαντι
δέμας
καὶ
ἀτειρέα
φωνήν
·
45
Αἴαντε
πρώτω
προσέφη
μεμαῶτε
καὶ
αὐτώ
·
Αἴαντε
σφὼ
μέν
τε
σαώσετε
λαὸν
Ἀχαιῶν
ἀλκῆς
μνησαμένω
,
μὴ
δὲ
κρυεροῖο
φόβοιο
.
ἄλλῃ
μὲν
γὰρ
ἔγωγʼ
οὐ
δείδια
χεῖρας
ἀάπτους
Τρώων
,
οἳ
μέγα
τεῖχος
ὑπερκατέβησαν
ὁμίλῳ
·
50
ἕξουσιν
γὰρ
πάντας
ἐϋκνήμιδες
Ἀχαιοί
·
τῇ
δὲ
δὴ
αἰνότατον
περιδείδια
μή
τι
πάθωμεν
,
ᾗ
ῥʼ
ὅ
γʼ
ὁ
λυσσώδης
φλογὶ
εἴκελος
ἡγεμονεύει
Ἕκτωρ
,
ὃς
Διὸς
εὔχετʼ
ἐρισθενέος
πάϊς
εἶναι
.
σφῶϊν
δʼ
ὧδε
θεῶν
τις
ἐνὶ
φρεσὶ
ποιήσειεν
55
αὐτώ
θʼ
ἑστάμεναι
κρατερῶς
καὶ
ἀνωγέμεν
ἄλλους
·
τώ
κε
καὶ
ἐσσύμενόν
περ
ἐρωήσαιτʼ
ἀπὸ
νηῶν
ὠκυπόρων
,
εἰ
καί
μιν
Ὀλύμπιος
αὐτὸς
ἐγείρει
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.