καὶ
τότε
δὴ
θάρσησε
καὶ
ηὔδα
μάντις
ἀμύμων
·
οὔ
τʼ
ἄρ
ὅ
γʼ
εὐχωλῆς
ἐπιμέμφεται
οὐδʼ
ἑκατόμβης
,
ἀλλʼ
ἕνεκʼ
ἀρητῆρος
ὃν
ἠτίμησʼ
Ἀγαμέμνων
,
οὐδʼ
ἀπέλυσε
θύγατρα
καὶ
οὐκ
ἀπεδέξατʼ
ἄποινα
,
95
τοὔνεκʼ
ἄρʼ
ἄλγεʼ
ἔδωκεν
ἑκηβόλος
ἠδʼ
ἔτι
δώσει
·
οὐδʼ
ὅ
γε
πρὶν
Δαναοῖσιν
ἀεικέα
λοιγὸν
ἀπώσει
πρίν
γʼ
ἀπὸ
πατρὶ
φίλῳ
δόμεναι
ἑλικώπιδα
κούρην
ἀπριάτην
ἀνάποινον
,
ἄγειν
θʼ
ἱερὴν
ἑκατόμβην
ἐς
Χρύσην
·
τότε
κέν
μιν
ἱλασσάμενοι
πεπίθοιμεν
.
100
ἤτοι
ὅ
γʼ
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετο
·
τοῖσι
δʼ
ἀνέστη
ἥρως
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
ἀχνύμενος
·
μένεος
δὲ
μέγα
φρένες
ἀμφιμέλαιναι
πίμπλαντʼ
,
ὄσσε
δέ
οἱ
πυρὶ
λαμπετόωντι
ἐΐκτην
·
Κάλχαντα
πρώτιστα
κάκʼ
ὀσσόμενος
προσέειπε
·
105
μάντι
κακῶν
οὐ
πώ
ποτέ
μοι
τὸ
κρήγυον
εἶπας
·
αἰεί
τοι
τὰ
κάκʼ
ἐστὶ
φίλα
φρεσὶ
μαντεύεσθαι
,
ἐσθλὸν
δʼ
οὔτέ
τί
πω
εἶπας
ἔπος
οὔτʼ
ἐτέλεσσας
·
καὶ
νῦν
ἐν
Δαναοῖσι
θεοπροπέων
ἀγορεύεις
ὡς
δὴ
τοῦδʼ
ἕνεκά
σφιν
ἑκηβόλος
ἄλγεα
τεύχει
,
110
οὕνεκʼ
ἐγὼ
κούρης
Χρυσηΐδος
ἀγλάʼ
ἄποινα
οὐκ
ἔθελον
δέξασθαι
,
ἐπεὶ
πολὺ
βούλομαι
αὐτὴν
οἴκοι
ἔχειν
·
καὶ
γάρ
ῥα
Κλυταιμνήστρης
προβέβουλα
κουριδίης
ἀλόχου
,
ἐπεὶ
οὔ
ἑθέν
ἐστι
χερείων
,
οὐ
δέμας
οὐδὲ
φυήν
,
οὔτʼ
ἂρ
φρένας
οὔτέ
τι
ἔργα
.
115
ἀλλὰ
καὶ
ὧς
ἐθέλω
δόμεναι
πάλιν
εἰ
τό
γʼ
ἄμεινον
·
βούλομʼ
ἐγὼ
λαὸν
σῶν
ἔμμεναι
ἢ
ἀπολέσθαι
·
αὐτὰρ
ἐμοὶ
γέρας
αὐτίχʼ
ἑτοιμάσατʼ
ὄφρα
μὴ
οἶος
Ἀργείων
ἀγέραστος
ἔω
,
ἐπεὶ
οὐδὲ
ἔοικε
·
λεύσσετε
γὰρ
τό
γε
πάντες
ὅ
μοι
γέρας
ἔρχεται
ἄλλῃ
.
120
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
Ἀτρεΐδη
κύδιστε
φιλοκτεανώτατε
πάντων
,
πῶς
γάρ
τοι
δώσουσι
γέρας
μεγάθυμοι
Ἀχαιοί
;
οὐδέ
τί
που
ἴδμεν
ξυνήϊα
κείμενα
πολλά
·
ἀλλὰ
τὰ
μὲν
πολίων
ἐξεπράθομεν
,
τὰ
δέδασται
,
125
λαοὺς
δʼ
οὐκ
ἐπέοικε
παλίλλογα
ταῦτʼ
ἐπαγείρειν
.
ἀλλὰ
σὺ
μὲν
νῦν
τήνδε
θεῷ
πρόες
·
αὐτὰρ
Ἀχαιοὶ
τριπλῇ
τετραπλῇ
τʼ
ἀποτείσομεν
,
αἴ
κέ
ποθι
Ζεὺς
δῷσι
πόλιν
Τροίην
εὐτείχεον
ἐξαλαπάξαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.