αὖτις
δὲ
δριμεῖα
μάχη
παρὰ
νηυσὶν
ἐτύχθη
·
φαίης
κʼ
ἀκμῆτας
καὶ
ἀτειρέας
ἀλλήλοισιν
ἄντεσθʼ
ἐν
πολέμῳ
,
ὡς
ἐσσυμένως
ἐμάχοντο
.
τοῖσι
δὲ
μαρναμένοισιν
ὅδʼ
ἦν
νόος
·
ἤτοι
Ἀχαιοὶ
οὐκ
ἔφασαν
φεύξεσθαι
ὑπʼ
ἐκ
κακοῦ
,
ἀλλʼ
ὀλέεσθαι
,
700
Τρωσὶν
δʼ
ἔλπετο
θυμὸς
ἐνὶ
στήθεσσιν
ἑκάστου
νῆας
ἐνιπρήσειν
κτενέειν
θʼ
ἥρωας
Ἀχαιούς
.
οἳ
μὲν
τὰ
φρονέοντες
ἐφέστασαν
ἀλλήλοισιν
·
Ἕκτωρ
δὲ
πρυμνῆς
νεὸς
ἥψατο
ποντοπόροιο
καλῆς
ὠκυάλου
,
ἣ
Πρωτεσίλαον
ἔνεικεν
705
ἐς
Τροίην
,
οὐδʼ
αὖτις
ἀπήγαγε
πατρίδα
γαῖαν
.
τοῦ
περ
δὴ
περὶ
νηὸς
Ἀχαιοί
τε
Τρῶές
τε
δῄουν
ἀλλήλους
αὐτοσχεδόν
·
οὐδʼ
ἄρα
τοί
γε
τόξων
ἀϊκὰς
ἀμφὶς
μένον
οὐδʼ
ἔτʼ
ἀκόντων
,
ἀλλʼ
οἵ
γʼ
ἐγγύθεν
ἱστάμενοι
ἕνα
θυμὸν
ἔχοντες
710
ὀξέσι
δὴ
πελέκεσσι
καὶ
ἀξίνῃσι
μάχοντο
καὶ
ξίφεσιν
μεγάλοισι
καὶ
ἔγχεσιν
ἀμφιγύοισι
.
πολλὰ
δὲ
φάσγανα
καλὰ
μελάνδετα
κωπήεντα
ἄλλα
μὲν
ἐκ
χειρῶν
χαμάδις
πέσον
,
ἄλλα
δʼ
ἀπʼ
ὤμων
ἀνδρῶν
μαρναμένων
·
ῥέε
δʼ
αἵματι
γαῖα
μέλαινα
.
715
Ἕκτωρ
δὲ
πρύμνηθεν
ἐπεὶ
λάβεν
οὐχὶ
μεθίει
ἄφλαστον
μετὰ
χερσὶν
ἔχων
,
Τρωσὶν
δὲ
κέλευεν
·
οἴσετε
πῦρ
,
ἅμα
δʼ
αὐτοὶ
ἀολλέες
ὄρνυτʼ
ἀϋτήν
·
νῦν
ἡμῖν
πάντων
Ζεὺς
ἄξιον
ἦμαρ
ἔδωκε
νῆας
ἑλεῖν
,
αἳ
δεῦρο
θεῶν
ἀέκητι
μολοῦσαι
720
ἡμῖν
πήματα
πολλὰ
θέσαν
,
κακότητι
γερόντων
,
οἵ
μʼ
ἐθέλοντα
μάχεσθαι
ἐπὶ
πρυμνῇσι
νέεσσιν
αὐτόν
τʼ
ἰσχανάασκον
ἐρητύοντό
τε
λαόν
·
ἀλλʼ
εἰ
δή
ῥα
τότε
βλάπτε
φρένας
εὐρύοπα
Ζεὺς
ἡμετέρας
,
νῦν
αὐτὸς
ἐποτρύνει
καὶ
ἀνώγει
.
725
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
μᾶλλον
ἐπʼ
Ἀργείοισιν
ὄρουσαν
.
Αἴας
δʼ
οὐκέτʼ
ἔμιμνε
·
βιάζετο
γὰρ
βελέεσσιν
·
ἀλλʼ
ἀνεχάζετο
τυτθόν
,
ὀϊόμενος
θανέεσθαι
θρῆνυν
ἐφʼ
ἑπταπόδην
,
λίπε
δʼ
ἴκρια
νηὸς
ἐΐσης
.
ἔνθʼ
ἄρʼ
ὅ
γʼ
ἑστήκει
δεδοκημένος
,
ἔγχεϊ
δʼ
αἰεὶ
730
Τρῶας
ἄμυνε
νεῶν
,
ὅς
τις
φέροι
ἀκάματον
πῦρ
·
αἰεὶ
δὲ
σμερδνὸν
βοόων
Δαναοῖσι
κέλευε
·
ὦ
φίλοι
ἥρωες
Δαναοὶ
θεράποντες
Ἄρηος
ἀνέρες
ἔστε
φίλοι
,
μνήσασθε
δὲ
θούριδος
ἀλκῆς
.
ἠέ
τινάς
φαμεν
εἶναι
ἀοσσητῆρας
ὀπίσσω
,
735
ἦέ
τι
τεῖχος
ἄρειον
,
ὅ
κʼ
ἀνδράσι
λοιγὸν
ἀμύναι
;
οὐ
μέν
τι
σχεδόν
ἐστι
πόλις
πύργοις
ἀραρυῖα
,
ᾗ
κʼ
ἀπαμυναίμεσθʼ
ἑτεραλκέα
δῆμον
ἔχοντες
·
ἀλλʼ
ἐν
γὰρ
Τρώων
πεδίῳ
πύκα
θωρηκτάων
πόντῳ
κεκλιμένοι
ἑκὰς
ἥμεθα
πατρίδος
αἴης
·
740
τὼ
ἐν
χερσὶ
φόως
,
οὐ
μειλιχίῃ
πολέμοιο
.
ἦ
,
καὶ
μαιμώων
ἔφεπʼ
ἔγχεϊ
ὀξυόεντι
.
ὅς
τις
δὲ
Τρώων
κοίλῃς
ἐπὶ
νηυσὶ
φέροιτο
σὺν
πυρὶ
κηλείῳ
,
χάριν
Ἕκτορος
ὀτρύναντος
,
τὸν
δʼ
Αἴας
οὔτασκε
δεδεγμένος
ἔγχεϊ
μακρῷ
·
745
δώδεκα
δὲ
προπάροιθε
νεῶν
αὐτοσχεδὸν
οὖτα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.