Ἕκτορα
δʼ
ἐκ
βελέων
ὕπαγε
Ζεὺς
ἔκ
τε
κονίης
ἔκ
τʼ
ἀνδροκτασίης
ἔκ
θʼ
αἵματος
ἔκ
τε
κυδοιμοῦ
·
Ἀτρεΐδης
δʼ
ἕπετο
σφεδανὸν
Δαναοῖσι
κελεύων
.
165
οἳ
δὲ
παρʼ
Ἴλου
σῆμα
παλαιοῦ
Δαρδανίδαο
μέσσον
κὰπ
πεδίον
παρʼ
ἐρινεὸν
ἐσσεύοντο
ἱέμενοι
πόλιος
·
ὃ
δὲ
κεκλήγων
ἕπετʼ
αἰεὶ
Ἀτρεΐδης
,
λύθρῳ
δὲ
παλάσσετο
χεῖρας
ἀάπτους
.
ἀλλʼ
ὅτε
δὴ
Σκαιάς
τε
πύλας
καὶ
φηγὸν
ἵκοντο
,
170
ἔνθʼ
ἄρα
δὴ
ἵσταντο
καὶ
ἀλλήλους
ἀνέμιμνον
.
οἳ
δʼ
ἔτι
κὰμ
μέσσον
πεδίον
φοβέοντο
βόες
ὥς
,
ἅς
τε
λέων
ἐφόβησε
μολὼν
ἐν
νυκτὸς
ἀμολγῷ
πάσας
·
τῇ
δέ
τʼ
ἰῇ
ἀναφαίνεται
αἰπὺς
ὄλεθρος
·
τῆς
δʼ
ἐξ
αὐχένʼ
ἔαξε
λαβὼν
κρατεροῖσιν
ὀδοῦσι
175
πρῶτον
,
ἔπειτα
δέ
θʼ
αἷμα
καὶ
ἔγκατα
πάντα
λαφύσσει
·
ὣς
τοὺς
Ἀτρεΐδης
ἔφεπε
κρείων
Ἀγαμέμνων
αἰὲν
ἀποκτείνων
τὸν
ὀπίστατον
·
οἳ
δʼ
ἐφέβοντο
.
πολλοὶ
δὲ
πρηνεῖς
τε
καὶ
ὕπτιοι
ἔκπεσον
ἵππων
Ἀτρεΐδεω
ὑπὸ
χερσί
·
περὶ
πρὸ
γὰρ
ἔγχεϊ
θῦεν
.
180
ἀλλʼ
ὅτε
δὴ
τάχʼ
ἔμελλεν
ὑπὸ
πτόλιν
αἰπύ
τε
τεῖχος
ἵξεσθαι
,
τότε
δή
ῥα
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
Ἴδης
ἐν
κορυφῇσι
καθέζετο
πιδηέσσης
οὐρανόθεν
καταβάς
·
ἔχε
δʼ
ἀστεροπὴν
μετὰ
χερσίν
.
Ἶριν
δʼ
ὄτρυνε
χρυσόπτερον
ἀγγελέουσαν
·
185
βάσκʼ
ἴθι
Ἶρι
ταχεῖα
,
τὸν
Ἕκτορι
μῦθον
ἐνίσπες
·
ὄφρʼ
ἂν
μέν
κεν
ὁρᾷ
Ἀγαμέμνονα
ποιμένα
λαῶν
θύνοντʼ
ἐν
προμάχοισιν
ἐναίροντα
στίχας
ἀνδρῶν
,
τόφρʼ
ἀναχωρείτω
,
τὸν
δʼ
ἄλλον
λαὸν
ἀνώχθω
μάρνασθαι
δηΐοισι
κατὰ
κρατερὴν
ὑσμίνην
.
190
αὐτὰρ
ἐπεί
κʼ
ἢ
δουρὶ
τυπεὶς
ἢ
βλήμενος
ἰῷ
εἰς
ἵππους
ἅλεται
,
τότε
οἱ
κράτος
ἐγγυαλίξω
κτείνειν
εἰς
ὅ
κε
νῆας
ἐϋσσέλμους
ἀφίκηται
δύῃ
τʼ
ἠέλιος
καὶ
ἐπὶ
κνέφας
ἱερὸν
ἔλθῃ
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
ποδήνεμος
ὠκέα
Ἶρις
,
195
βῆ
δὲ
κατʼ
Ἰδαίων
ὀρέων
εἰς
Ἴλιον
ἱρήν
.
εὗρʼ
υἱὸν
Πριάμοιο
δαΐφρονος
Ἕκτορα
δῖον
ἑσταότʼ
ἔν
θʼ
ἵπποισι
καὶ
ἅρμασι
κολλητοῖσιν
·
ἀγχοῦ
δʼ
ἱσταμένη
προσέφη
πόδας
ὠκέα
Ἶρις
·
Ἕκτορ
υἱὲ
Πριάμοιο
Διὶ
μῆτιν
ἀτάλαντε
200
Ζεύς
με
πατὴρ
προέηκε
τεῒν
τάδε
μυθήσασθαι
.
ὄφρʼ
ἂν
μέν
κεν
ὁρᾷς
Ἀγαμέμνονα
ποιμένα
λαῶν
θύνοντʼ
ἐν
προμάχοισιν
,
ἐναίροντα
στίχας
ἀνδρῶν
,
τόφρʼ
ὑπόεικε
μάχης
,
τὸν
δʼ
ἄλλον
λαὸν
ἄνωχθι
μάρνασθαι
δηΐοισι
κατὰ
κρατερὴν
ὑσμίνην
.
205
αὐτὰρ
ἐπεί
κʼ
ἢ
δουρὶ
τυπεὶς
ἢ
βλήμενος
ἰῷ
εἰς
ἵππους
ἅλεται
,
τότε
τοι
κράτος
ἐγγυαλίξει
κτείνειν
,
εἰς
ὅ
κε
νῆας
ἐϋσσέλμους
ἀφίκηαι
δύῃ
τʼ
ἠέλιος
καὶ
ἐπὶ
κνέφας
ἱερὸν
ἔλθῃ
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσʼ
ἀπέβη
πόδας
ὠκέα
Ἶρις
,
210
Ἕκτωρ
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
,
πάλλων
δʼ
ὀξέα
δοῦρα
κατὰ
στρατὸν
ᾤχετο
πάντῃ
ὀτρύνων
μαχέσασθαι
,
ἔγειρε
δὲ
φύλοπιν
αἰνήν
.
οἳ
δʼ
ἐλελίχθησαν
καὶ
ἐναντίοι
ἔσταν
Ἀχαιῶν
,
Ἀργεῖοι
δʼ
ἑτέρωθεν
ἐκαρτύναντο
φάλαγγας
.
215
ἀρτύνθη
δὲ
μάχη
,
στὰν
δʼ
ἀντίοι
·
ἐν
δʼ
Ἀγαμέμνων
πρῶτος
ὄρουσʼ
,
ἔθελεν
δὲ
πολὺ
προμάχεσθαι
ἁπάντων
.
ἔσπετε
νῦν
μοι
Μοῦσαι
Ὀλύμπια
δώματʼ
ἔχουσαι
ὅς
τις
δὴ
πρῶτος
Ἀγαμέμνονος
ἀντίον
ἦλθεν
ἢ
αὐτῶν
Τρώων
ἠὲ
κλειτῶν
ἐπικούρων
.
220
Ἰφιδάμας
Ἀντηνορίδης
ἠΰς
τε
μέγας
τε
ὃς
τράφη
ἐν
Θρῄκῃ
ἐριβώλακι
μητέρι
μήλων
·
Κισσῆς
τόν
γʼ
ἔθρεψε
δόμοις
ἔνι
τυτθὸν
ἐόντα
μητροπάτωρ
,
ὃς
τίκτε
Θεανὼ
καλλιπάρῃον
·
αὐτὰρ
ἐπεί
ῥʼ
ἥβης
ἐρικυδέος
ἵκετο
μέτρον
,
225
αὐτοῦ
μιν
κατέρυκε
,
δίδου
δʼ
ὅ
γε
θυγατέρα
ἥν
·
γήμας
δʼ
ἐκ
θαλάμοιο
μετὰ
κλέος
ἵκετʼ
Ἀχαιῶν
σὺν
δυοκαίδεκα
νηυσὶ
κορωνίσιν
,
αἵ
οἱ
ἕποντο
.
τὰς
μὲν
ἔπειτʼ
ἐν
Περκώτῃ
λίπε
νῆας
ἐΐσας
,
αὐτὰρ
ὃ
πεζὸς
ἐὼν
ἐς
Ἴλιον
εἰληλούθει
·
230
ὅς
ῥα
τότʼ
Ἀτρεΐδεω
Ἀγαμέμνονος
ἀντίον
ἦλθεν
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
Ἀτρεΐδης
μὲν
ἅμαρτε
,
παραὶ
δέ
οἱ
ἐτράπετʼ
ἔγχος
,
Ἰφιδάμας
δὲ
κατὰ
ζώνην
θώρηκος
ἔνερθε
νύξʼ
,
ἐπὶ
δʼ
αὐτὸς
ἔρεισε
βαρείῃ
χειρὶ
πιθήσας
·
235
οὐδʼ
ἔτορε
ζωστῆρα
παναίολον
,
ἀλλὰ
πολὺ
πρὶν
ἀργύρῳ
ἀντομένη
μόλιβος
ὣς
ἐτράπετʼ
αἰχμή
.
καὶ
τό
γε
χειρὶ
λαβὼν
εὐρὺ
κρείων
Ἀγαμέμνων
ἕλκʼ
ἐπὶ
οἷ
μεμαὼς
ὥς
τε
λίς
,
ἐκ
δʼ
ἄρα
χειρὸς
σπάσσατο
·
τὸν
δʼ
ἄορι
πλῆξʼ
αὐχένα
,
λῦσε
δὲ
γυῖα
.
240
ὣς
ὃ
μὲν
αὖθι
πεσὼν
κοιμήσατο
χάλκεον
ὕπνον
οἰκτρὸς
ἀπὸ
μνηστῆς
ἀλόχου
,
ἀστοῖσιν
ἀρήγων
,
κουριδίης
,
ἧς
οὔ
τι
χάριν
ἴδε
,
πολλὰ
δʼ
ἔδωκε
·
πρῶθʼ
ἑκατὸν
βοῦς
δῶκεν
,
ἔπειτα
δὲ
χίλιʼ
ὑπέστη
αἶγας
ὁμοῦ
καὶ
ὄϊς
,
τά
οἱ
ἄσπετα
ποιμαίνοντο
.
245
δὴ
τότε
γʼ
Ἀτρεΐδης
Ἀγαμέμνων
ἐξενάριξε
,
βῆ
δὲ
φέρων
ἀνʼ
ὅμιλον
Ἀχαιῶν
τεύχεα
καλά
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.