καὶ
τότʼ
Ἀπόλλωνα
προσέφη
νεφεληγερέτα
Ζεύς
·
220
ἔρχεο
νῦν
φίλε
Φοῖβε
μεθʼ
Ἕκτορα
χαλκοκορυστήν
·
ἤδη
μὲν
γάρ
τοι
γαιήοχος
ἐννοσίγαιος
οἴχεται
εἰς
ἅλα
δῖαν
ἀλευάμενος
χόλον
αἰπὺν
ἡμέτερον
·
μάλα
γάρ
κε
μάχης
ἐπύθοντο
καὶ
ἄλλοι
,
οἵ
περ
ἐνέρτεροί
εἰσι
θεοὶ
Κρόνον
ἀμφὶς
ἐόντες
.
225
ἀλλὰ
τόδʼ
ἠμὲν
ἐμοὶ
πολὺ
κέρδιον
ἠδέ
οἱ
αὐτῷ
ἔπλετο
,
ὅττι
πάροιθε
νεμεσσηθεὶς
ὑπόειξε
χεῖρας
ἐμάς
,
ἐπεὶ
οὔ
κεν
ἀνιδρωτί
γʼ
ἐτελέσθη
.
ἀλλὰ
σύ
γʼ
ἐν
χείρεσσι
λάβʼ
αἰγίδα
θυσσανόεσσαν
,
τῇ
μάλʼ
ἐπισσείων
φοβέειν
ἥρωας
Ἀχαιούς
·
230
σοὶ
δʼ
αὐτῷ
μελέτω
ἑκατηβόλε
φαίδιμος
Ἕκτωρ
·
τόφρα
γὰρ
οὖν
οἱ
ἔγειρε
μένος
μέγα
,
ὄφρʼ
ἂν
Ἀχαιοὶ
φεύγοντες
νῆάς
τε
καὶ
Ἑλλήσποντον
ἵκωνται
.
κεῖθεν
δʼ
αὐτὸς
ἐγὼ
φράσομαι
ἔργον
τε
ἔπος
τε
,
ὥς
κε
καὶ
αὖτις
Ἀχαιοὶ
ἀναπνεύσωσι
πόνοιο
.
235
ὣς
ἔφατʼ
,
οὐδʼ
ἄρα
πατρὸς
ἀνηκούστησεν
Ἀπόλλων
,
βῆ
δὲ
κατʼ
Ἰδαίων
ὀρέων
ἴρηκι
ἐοικὼς
ὠκέϊ
φασσοφόνῳ
,
ὅς
τʼ
ὤκιστος
πετεηνῶν
.
εὗρʼ
υἱὸν
Πριάμοιο
δαΐφρονος
Ἕκτορα
δῖον
ἥμενον
,
οὐδʼ
ἔτι
κεῖτο
,
νέον
δʼ
ἐσαγείρετο
θυμόν
,
240
ἀμφὶ
ἓ
γιγνώσκων
ἑτάρους
·
ἀτὰρ
ἆσθμα
καὶ
ἱδρὼς
παύετʼ
,
ἐπεί
μιν
ἔγειρε
Διὸς
νόος
αἰγιόχοιο
.
ἀγχοῦ
δʼ
ἱστάμενος
προσέφη
ἑκάεργος
Ἀπόλλων
·
Ἕκτορ
υἱὲ
Πριάμοιο
,
τί
ἢ
δὲ
σὺ
νόσφιν
ἀπʼ
ἄλλων
ἧσʼ
ὀλιγηπελέων
;
ἦ
πού
τί
σε
κῆδος
ἱκάνει
;
245
τὸν
δʼ
ὀλιγοδρανέων
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
τίς
δὲ
σύ
ἐσσι
φέριστε
θεῶν
ὅς
μʼ
εἴρεαι
ἄντην
;
οὐκ
ἀΐεις
ὅ
με
νηυσὶν
ἔπι
πρυμνῇσιν
Ἀχαιῶν
οὓς
ἑτάρους
ὀλέκοντα
βοὴν
ἀγαθὸς
βάλεν
Αἴας
χερμαδίῳ
πρὸς
στῆθος
,
ἔπαυσε
δὲ
θούριδος
ἀλκῆς
;
250
καὶ
δὴ
ἔγωγʼ
ἐφάμην
νέκυας
καὶ
δῶμʼ
Ἀΐδαο
ἤματι
τῷδʼ
ἵξεσθαι
,
ἐπεὶ
φίλον
ἄϊον
ἦτορ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.