τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
χαίρω
σεῦ
Λαερτιάδη
τὸν
μῦθον
ἀκούσας
·
185
ἐν
μοίρῃ
γὰρ
πάντα
διίκεο
καὶ
κατέλεξας
.
ταῦτα
δʼ
ἐγὼν
ἐθέλω
ὀμόσαι
,
κέλεται
δέ
με
θυμός
,
οὐδʼ
ἐπιορκήσω
πρὸς
δαίμονος
.
αὐτὰρ
Ἀχιλλεὺς
μιμνέτω
αὐτόθι
τεῖος
ἐπειγόμενός
περ
Ἄρηος
·
μίμνετε
δʼ
ἄλλοι
πάντες
ἀολλέες
,
ὄφρά
κε
δῶρα
190
ἐκ
κλισίης
ἔλθῃσι
καὶ
ὅρκια
πιστὰ
τάμωμεν
.
σοὶ
δʼ
αὐτῷ
τόδʼ
ἐγὼν
ἐπιτέλλομαι
ἠδὲ
κελεύω
·
κρινάμενος
κούρητας
ἀριστῆας
Παναχαιῶν
δῶρα
ἐμῆς
παρὰ
νηὸς
ἐνεικέμεν
,
ὅσσʼ
Ἀχιλῆϊ
χθιζὸν
ὑπέστημεν
δώσειν
,
ἀγέμεν
τε
γυναῖκας
.
195
Ταλθύβιος
δέ
μοι
ὦκα
κατὰ
στρατὸν
εὐρὺν
Ἀχαιῶν
κάπρον
ἑτοιμασάτω
ταμέειν
Διί
τʼ
Ἠελίῳ
τε
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
ἄλλοτέ
περ
καὶ
μᾶλλον
ὀφέλλετε
ταῦτα
πένεσθαι
,
200
ὁππότε
τις
μεταπαυσωλὴ
πολέμοιο
γένηται
καὶ
μένος
οὐ
τόσον
ᾖσιν
ἐνὶ
στήθεσσιν
ἐμοῖσι
.
νῦν
δʼ
οἳ
μὲν
κέαται
δεδαϊγμένοι
,
οὓς
ἐδάμασσεν
Ἕκτωρ
Πριαμίδης
,
ὅτε
οἱ
Ζεὺς
κῦδος
ἔδωκεν
,
ὑμεῖς
δʼ
ἐς
βρωτὺν
ὀτρύνετον
·
ἦ
τʼ
ἂν
ἔγωγε
205
νῦν
μὲν
ἀνώγοιμι
πτολεμίζειν
υἷας
Ἀχαιῶν
νήστιας
ἀκμήνους
,
ἅμα
δʼ
ἠελίῳ
καταδύντι
τεύξεσθαι
μέγα
δόρπον
,
ἐπὴν
τεισαίμεθα
λώβην
.
πρὶν
δʼ
οὔ
πως
ἂν
ἔμοιγε
φίλον
κατὰ
λαιμὸν
ἰείη
οὐ
πόσις
οὐδὲ
βρῶσις
ἑταίρου
τεθνηῶτος
210
ὅς
μοι
ἐνὶ
κλισίῃ
δεδαϊγμένος
ὀξέϊ
χαλκῷ
κεῖται
ἀνὰ
πρόθυρον
τετραμμένος
,
ἀμφὶ
δʼ
ἑταῖροι
μύρονται
·
τό
μοι
οὔ
τι
μετὰ
φρεσὶ
ταῦτα
μέμηλεν
,
ἀλλὰ
φόνος
τε
καὶ
αἷμα
καὶ
ἀργαλέος
στόνος
ἀνδρῶν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.