τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
215
ὦ
Ἀχιλεῦ
Πηλῆος
υἱὲ
μέγα
φέρτατʼ
Ἀχαιῶν
,
κρείσσων
εἰς
ἐμέθεν
καὶ
φέρτερος
οὐκ
ὀλίγον
περ
ἔγχει
,
ἐγὼ
δέ
κε
σεῖο
νοήματί
γε
προβαλοίμην
πολλόν
,
ἐπεὶ
πρότερος
γενόμην
καὶ
πλείονα
οἶδα
.
τώ
τοι
ἐπιτλήτω
κραδίη
μύθοισιν
ἐμοῖσιν
.
220
αἶψά
τε
φυλόπιδος
πέλεται
κόρος
ἀνθρώποισιν
,
ἧς
τε
πλείστην
μὲν
καλάμην
χθονὶ
χαλκὸς
ἔχευεν
,
ἄμητος
δʼ
ὀλίγιστος
,
ἐπὴν
κλίνῃσι
τάλαντα
Ζεύς
,
ὅς
τʼ
ἀνθρώπων
ταμίης
πολέμοιο
τέτυκται
.
γαστέρι
δʼ
οὔ
πως
ἔστι
νέκυν
πενθῆσαι
Ἀχαιούς
·
225
λίην
γὰρ
πολλοὶ
καὶ
ἐπήτριμοι
ἤματα
πάντα
πίπτουσιν
·
πότε
κέν
τις
ἀναπνεύσειε
πόνοιο
;
ἀλλὰ
χρὴ
τὸν
μὲν
καταθάπτειν
ὅς
κε
θάνῃσι
νηλέα
θυμὸν
ἔχοντας
ἐπʼ
ἤματι
δακρύσαντας
·
ὅσσοι
δʼ
ἂν
πολέμοιο
περὶ
στυγεροῖο
λίπωνται
230
μεμνῆσθαι
πόσιος
καὶ
ἐδητύος
,
ὄφρʼ
ἔτι
μᾶλλον
ἀνδράσι
δυσμενέεσσι
μαχώμεθα
νωλεμὲς
αἰεὶ
ἑσσάμενοι
χροῒ
χαλκὸν
ἀτειρέα
.
μηδέ
τις
ἄλλην
λαῶν
ὀτρυντὺν
ποτιδέγμενος
ἰσχαναάσθω
·
ἥδε
γὰρ
ὀτρυντὺς
κακὸν
ἔσσεται
ὅς
κε
λίπηται
235
νηυσὶν
ἐπʼ
Ἀργείων
·
ἀλλʼ
ἀθρόοι
ὁρμηθέντες
Τρωσὶν
ἐφʼ
ἱπποδάμοισιν
ἐγείρομεν
ὀξὺν
Ἄρηα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.