τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρείων
Ἀγαμέμνων
·
130
μὴ
δʼ
οὕτως
ἀγαθός
περ
ἐὼν
θεοείκελʼ
Ἀχιλλεῦ
κλέπτε
νόῳ
,
ἐπεὶ
οὐ
παρελεύσεαι
οὐδέ
με
πείσεις
.
ἦ
ἐθέλεις
ὄφρʼ
αὐτὸς
ἔχῃς
γέρας
,
αὐτὰρ
ἔμʼ
αὔτως
ἧσθαι
δευόμενον
,
κέλεαι
δέ
με
τήνδʼ
ἀποδοῦναι
;
ἀλλʼ
εἰ
μὲν
δώσουσι
γέρας
μεγάθυμοι
Ἀχαιοὶ
135
ἄρσαντες
κατὰ
θυμὸν
ὅπως
ἀντάξιον
ἔσται
·
εἰ
δέ
κε
μὴ
δώωσιν
ἐγὼ
δέ
κεν
αὐτὸς
ἕλωμαι
ἢ
τεὸν
ἢ
Αἴαντος
ἰὼν
γέρας
,
ἢ
Ὀδυσῆος
ἄξω
ἑλών
·
ὃ
δέ
κεν
κεχολώσεται
ὅν
κεν
ἵκωμαι
.
ἀλλʼ
ἤτοι
μὲν
ταῦτα
μεταφρασόμεσθα
καὶ
αὖτις
,
140
νῦν
δʼ
ἄγε
νῆα
μέλαιναν
ἐρύσσομεν
εἰς
ἅλα
δῖαν
,
ἐν
δʼ
ἐρέτας
ἐπιτηδὲς
ἀγείρομεν
,
ἐς
δʼ
ἑκατόμβην
θείομεν
,
ἂν
δʼ
αὐτὴν
Χρυσηΐδα
καλλιπάρῃον
βήσομεν
·
εἷς
δέ
τις
ἀρχὸς
ἀνὴρ
βουληφόρος
ἔστω
,
ἢ
Αἴας
ἢ
Ἰδομενεὺς
ἢ
δῖος
Ὀδυσσεὺς
145
ἠὲ
σὺ
Πηλεΐδη
πάντων
ἐκπαγλότατʼ
ἀνδρῶν
,
ὄφρʼ
ἥμιν
ἑκάεργον
ἱλάσσεαι
ἱερὰ
ῥέξας
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ὤ
μοι
ἀναιδείην
ἐπιειμένε
κερδαλεόφρον
πῶς
τίς
τοι
πρόφρων
ἔπεσιν
πείθηται
Ἀχαιῶν
150
ἢ
ὁδὸν
ἐλθέμεναι
ἢ
ἀνδράσιν
ἶφι
μάχεσθαι
;
οὐ
γὰρ
ἐγὼ
Τρώων
ἕνεκʼ
ἤλυθον
αἰχμητάων
δεῦρο
μαχησόμενος
,
ἐπεὶ
οὔ
τί
μοι
αἴτιοί
εἰσιν
·
οὐ
γὰρ
πώποτʼ
ἐμὰς
βοῦς
ἤλασαν
οὐδὲ
μὲν
ἵππους
,
οὐδέ
ποτʼ
ἐν
Φθίῃ
ἐριβώλακι
βωτιανείρῃ
155
καρπὸν
ἐδηλήσαντʼ
,
ἐπεὶ
ἦ
μάλα
πολλὰ
μεταξὺ
οὔρεά
τε
σκιόεντα
θάλασσά
τε
ἠχήεσσα
·
ἀλλὰ
σοὶ
ὦ
μέγʼ
ἀναιδὲς
ἅμʼ
ἑσπόμεθʼ
ὄφρα
σὺ
χαίρῃς
,
τιμὴν
ἀρνύμενοι
Μενελάῳ
σοί
τε
κυνῶπα
πρὸς
Τρώων
·
τῶν
οὔ
τι
μετατρέπῃ
οὐδʼ
ἀλεγίζεις
·
160
καὶ
δή
μοι
γέρας
αὐτὸς
ἀφαιρήσεσθαι
ἀπειλεῖς
,
ᾧ
ἔπι
πολλὰ
μόγησα
,
δόσαν
δέ
μοι
υἷες
Ἀχαιῶν
.
οὐ
μὲν
σοί
ποτε
ἶσον
ἔχω
γέρας
ὁππότʼ
Ἀχαιοὶ
Τρώων
ἐκπέρσωσʼ
εὖ
ναιόμενον
πτολίεθρον
·
ἀλλὰ
τὸ
μὲν
πλεῖον
πολυάϊκος
πολέμοιο
165
χεῖρες
ἐμαὶ
διέπουσʼ
·
ἀτὰρ
ἤν
ποτε
δασμὸς
ἵκηται
,
σοὶ
τὸ
γέρας
πολὺ
μεῖζον
,
ἐγὼ
δʼ
ὀλίγον
τε
φίλον
τε
ἔρχομʼ
ἔχων
ἐπὶ
νῆας
,
ἐπεί
κε
κάμω
πολεμίζων
.
νῦν
δʼ
εἶμι
Φθίην
δʼ
,
ἐπεὶ
ἦ
πολὺ
φέρτερόν
ἐστιν
οἴκαδʼ
ἴμεν
σὺν
νηυσὶ
κορωνίσιν
,
οὐδέ
σʼ
ὀΐω
170
ἐνθάδʼ
ἄτιμος
ἐὼν
ἄφενος
καὶ
πλοῦτον
ἀφύξειν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.