τὸν
δʼ
αὖτε
προσέειπε
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
ἦλθον
ἐγὼ
παύσουσα
τὸ
σὸν
μένος
,
αἴ
κε
πίθηαι
,
οὐρανόθεν
·
πρὸ
δέ
μʼ
ἧκε
θεὰ
λευκώλενος
Ἥρη
ἄμφω
ὁμῶς
θυμῷ
φιλέουσά
τε
κηδομένη
τε
·
ἀλλʼ
ἄγε
λῆγʼ
ἔριδος
,
μηδὲ
ξίφος
ἕλκεο
χειρί
·
210
ἀλλʼ
ἤτοι
ἔπεσιν
μὲν
ὀνείδισον
ὡς
ἔσεταί
περ
·
ὧδε
γὰρ
ἐξερέω
,
τὸ
δὲ
καὶ
τετελεσμένον
ἔσται
·
καί
ποτέ
τοι
τρὶς
τόσσα
παρέσσεται
ἀγλαὰ
δῶρα
ὕβριος
εἵνεκα
τῆσδε
·
σὺ
δʼ
ἴσχεο
,
πείθεο
δʼ
ἡμῖν
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
215
χρὴ
μὲν
σφωΐτερόν
γε
θεὰ
ἔπος
εἰρύσσασθαι
καὶ
μάλα
περ
θυμῷ
κεχολωμένον
·
ὧς
γὰρ
ἄμεινον
·
ὅς
κε
θεοῖς
ἐπιπείθηται
μάλα
τʼ
ἔκλυον
αὐτοῦ
.
ἦ
καὶ
ἐπʼ
ἀργυρέῃ
κώπῃ
σχέθε
χεῖρα
βαρεῖαν
,
ἂψ
δʼ
ἐς
κουλεὸν
ὦσε
μέγα
ξίφος
,
οὐδʼ
ἀπίθησε
220
μύθῳ
Ἀθηναίης
·
ἣ
δʼ
Οὔλυμπον
δὲ
βεβήκει
δώματʼ
ἐς
αἰγιόχοιο
Διὸς
μετὰ
δαίμονας
ἄλλους
.
Πηλεΐδης
δʼ
ἐξαῦτις
ἀταρτηροῖς
ἐπέεσσιν
Ἀτρεΐδην
προσέειπε
,
καὶ
οὔ
πω
λῆγε
χόλοιο
·
οἰνοβαρές
,
κυνὸς
ὄμματʼ
ἔχων
,
κραδίην
δʼ
ἐλάφοιο
,
225
οὔτέ
ποτʼ
ἐς
πόλεμον
ἅμα
λαῷ
θωρηχθῆναι
οὔτε
λόχον
δʼ
ἰέναι
σὺν
ἀριστήεσσιν
Ἀχαιῶν
τέτληκας
θυμῷ
·
τὸ
δέ
τοι
κὴρ
εἴδεται
εἶναι
.
ἦ
πολὺ
λώϊόν
ἐστι
κατὰ
στρατὸν
εὐρὺν
Ἀχαιῶν
δῶρʼ
ἀποαιρεῖσθαι
ὅς
τις
σέθεν
ἀντίον
εἴπῃ
·
230
δημοβόρος
βασιλεὺς
ἐπεὶ
οὐτιδανοῖσιν
ἀνάσσεις
·
ἦ
γὰρ
ἂν
Ἀτρεΐδη
νῦν
ὕστατα
λωβήσαιο
.
ἀλλʼ
ἔκ
τοι
ἐρέω
καὶ
ἐπὶ
μέγαν
ὅρκον
ὀμοῦμαι
·
ναὶ
μὰ
τόδε
σκῆπτρον
,
τὸ
μὲν
οὔ
ποτε
φύλλα
καὶ
ὄζους
φύσει
,
ἐπεὶ
δὴ
πρῶτα
τομὴν
ἐν
ὄρεσσι
λέλοιπεν
,
235
οὐδʼ
ἀναθηλήσει
·
περὶ
γάρ
ῥά
ἑ
χαλκὸς
ἔλεψε
φύλλά
τε
καὶ
φλοιόν
·
νῦν
αὖτέ
μιν
υἷες
Ἀχαιῶν
ἐν
παλάμῃς
φορέουσι
δικασπόλοι
,
οἵ
τε
θέμιστας
πρὸς
Διὸς
εἰρύαται
·
ὃ
δέ
τοι
μέγας
ἔσσεται
ὅρκος
·
ἦ
ποτʼ
Ἀχιλλῆος
ποθὴ
ἵξεται
υἷας
Ἀχαιῶν
240
σύμπαντας
·
τότε
δʼ
οὔ
τι
δυνήσεαι
ἀχνύμενός
περ
χραισμεῖν
,
εὖτʼ
ἂν
πολλοὶ
ὑφʼ
Ἕκτορος
ἀνδροφόνοιο
θνήσκοντες
πίπτωσι
·
σὺ
δʼ
ἔνδοθι
θυμὸν
ἀμύξεις
χωόμενος
ὅ
τʼ
ἄριστον
Ἀχαιῶν
οὐδὲν
ἔτισας
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.