Μυρμιδόνας
δʼ
ἄρʼ
ἐποιχόμενος
θώρηξεν
Ἀχιλλεὺς
155
πάντας
ἀνὰ
κλισίας
σὺν
τεύχεσιν
·
οἳ
δὲ
λύκοι
ὣς
ὠμοφάγοι
,
τοῖσίν
τε
περὶ
φρεσὶν
ἄσπετος
ἀλκή
,
οἵ
τʼ
ἔλαφον
κεραὸν
μέγαν
οὔρεσι
δῃώσαντες
δάπτουσιν
·
πᾶσιν
δὲ
παρήϊον
αἵματι
φοινόν
·
καί
τʼ
ἀγεληδὸν
ἴασιν
ἀπὸ
κρήνης
μελανύδρου
160
λάψοντες
γλώσσῃσιν
ἀραιῇσιν
μέλαν
ὕδωρ
ἄκρον
ἐρευγόμενοι
φόνον
αἵματος
·
ἐν
δέ
τε
θυμὸς
στήθεσιν
ἄτρομός
ἐστι
,
περιστένεται
δέ
τε
γαστήρ
·
τοῖοι
Μυρμιδόνων
ἡγήτορες
ἠδὲ
μέδοντες
ἀμφʼ
ἀγαθὸν
θεράποντα
ποδώκεος
Αἰακίδαο
165
ῥώοντʼ
·
ἐν
δʼ
ἄρα
τοῖσιν
ἀρήϊος
ἵστατʼ
Ἀχιλλεύς
,
ὀτρύνων
ἵππους
τε
καὶ
ἀνέρας
ἀσπιδιώτας
.
πεντήκοντʼ
ἦσαν
νῆες
θοαί
,
ᾗσιν
Ἀχιλλεὺς
ἐς
Τροίην
ἡγεῖτο
Διῒ
φίλος
·
ἐν
δὲ
ἑκάστῃ
πεντήκοντʼ
ἔσαν
ἄνδρες
ἐπὶ
κληῗσιν
ἑταῖροι
·
170
πέντε
δʼ
ἄρʼ
ἡγεμόνας
ποιήσατο
τοῖς
ἐπεποίθει
σημαίνειν
·
αὐτὸς
δὲ
μέγα
κρατέων
ἤνασσε
.
τῆς
μὲν
ἰῆς
στιχὸς
ἦρχε
Μενέσθιος
αἰολοθώρηξ
υἱὸς
Σπερχειοῖο
διιπετέος
ποταμοῖο
·
ὃν
τέκε
Πηλῆος
θυγάτηρ
καλὴ
Πολυδώρη
175
Σπερχειῷ
ἀκάμαντι
γυνὴ
θεῷ
εὐνηθεῖσα
,
αὐτὰρ
ἐπίκλησιν
Βώρῳ
Περιήρεος
υἷι
,
ὅς
ῥʼ
ἀναφανδὸν
ὄπυιε
πορὼν
ἀπερείσια
ἕδνα
.
τῆς
δʼ
ἑτέρης
Εὔδωρος
ἀρήϊος
ἡγεμόνευε
παρθένιος
,
τὸν
ἔτικτε
χορῷ
καλὴ
Πολυμήλη
180
Φύλαντος
θυγάτηρ
·
τῆς
δὲ
κρατὺς
ἀργεϊφόντης
ἠράσατʼ
,
ὀφθαλμοῖσιν
ἰδὼν
μετὰ
μελπομένῃσιν
ἐν
χορῷ
Ἀρτέμιδος
χρυσηλακάτου
κελαδεινῆς
.
αὐτίκα
δʼ
εἰς
ὑπερῷʼ
ἀναβὰς
παρελέξατο
λάθρῃ
Ἑρμείας
ἀκάκητα
,
πόρεν
δέ
οἱ
ἀγλαὸν
υἱὸν
185
Εὔδωρον
πέρι
μὲν
θείειν
ταχὺν
ἠδὲ
μαχητήν
.
αὐτὰρ
ἐπεὶ
δὴ
τόν
γε
μογοστόκος
Εἰλείθυια
ἐξάγαγε
πρὸ
φόως
δὲ
καὶ
ἠελίου
ἴδεν
αὐγάς
,
τὴν
μὲν
Ἐχεκλῆος
κρατερὸν
μένος
Ἀκτορίδαο
ἠγάγετο
πρὸς
δώματʼ
,
ἐπεὶ
πόρε
μυρία
ἕδνα
,
190
τὸν
δʼ
ὃ
γέρων
Φύλας
εὖ
ἔτρεφεν
ἠδʼ
ἀτίταλλεν
ἀμφαγαπαζόμενος
ὡς
εἴ
θʼ
ἑὸν
υἱὸν
ἐόντα
.
τῆς
δὲ
τρίτης
Πείσανδρος
ἀρήϊος
ἡγεμόνευε
Μαιμαλίδης
,
ὃς
πᾶσι
μετέπρεπε
Μυρμιδόνεσσιν
ἔγχεϊ
μάρνασθαι
μετὰ
Πηλεΐωνος
ἑταῖρον
.
195
τῆς
δὲ
τετάρτης
ἦρχε
γέρων
ἱππηλάτα
Φοῖνιξ
,
πέμπτης
δʼ
Ἀλκιμέδων
Λαέρκεος
υἱὸς
ἀμύμων
.
αὐτὰρ
ἐπεὶ
δὴ
πάντας
ἅμʼ
ἡγεμόνεσσιν
Ἀχιλλεὺς
στῆσεν
ἐῢ
κρίνας
,
κρατερὸν
δʼ
ἐπὶ
μῦθον
ἔτελλε
·
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.