τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
τίπτέ
μοι
ἠθείη
κεφαλὴ
δεῦρʼ
εἰλήλουθας
καί
μοι
ταῦτα
ἕκαστʼ
ἐπιτέλλεαι
;
αὐτὰρ
ἐγώ
τοι
95
πάντα
μάλʼ
ἐκτελέω
καὶ
πείσομαι
ὡς
σὺ
κελεύεις
.
ἀλλά
μοι
ἆσσον
στῆθι
·
μίνυνθά
περ
ἀμφιβαλόντε
ἀλλήλους
ὀλοοῖο
τεταρπώμεσθα
γόοιο
.
ὣς
ἄρα
φωνήσας
ὠρέξατο
χερσὶ
φίλῃσιν
οὐδʼ
ἔλαβε
·
ψυχὴ
δὲ
κατὰ
χθονὸς
ἠΰτε
καπνὸς
100
ᾤχετο
τετριγυῖα
·
ταφὼν
δʼ
ἀνόρουσεν
Ἀχιλλεὺς
χερσί
τε
συμπλατάγησεν
,
ἔπος
δʼ
ὀλοφυδνὸν
ἔειπεν
·
ὢ
πόποι
ἦ
ῥά
τίς
ἐστι
καὶ
εἰν
Ἀΐδαο
δόμοισι
ψυχὴ
καὶ
εἴδωλον
,
ἀτὰρ
φρένες
οὐκ
ἔνι
πάμπαν
·
παννυχίη
γάρ
μοι
Πατροκλῆος
δειλοῖο
105
ψυχὴ
ἐφεστήκει
γοόωσά
τε
μυρομένη
τε
,
καί
μοι
ἕκαστʼ
ἐπέτελλεν
,
ἔϊκτο
δὲ
θέσκελον
αὐτῷ
.
ὣς
φάτο
,
τοῖσι
δὲ
πᾶσιν
ὑφʼ
ἵμερον
ὦρσε
γόοιο
·
μυρομένοισι
δὲ
τοῖσι
φάνη
ῥοδοδάκτυλος
Ἠὼς
ἀμφὶ
νέκυν
ἐλεεινόν
.
ἀτὰρ
κρείων
Ἀγαμέμνων
110
οὐρῆάς
τʼ
ὄτρυνε
καὶ
ἀνέρας
ἀξέμεν
ὕλην
πάντοθεν
ἐκ
κλισιῶν
·
ἐπὶ
δʼ
ἀνὴρ
ἐσθλὸς
ὀρώρει
Μηριόνης
θεράπων
ἀγαπήνορος
Ἰδομενῆος
.
οἳ
δʼ
ἴσαν
ὑλοτόμους
πελέκεας
ἐν
χερσὶν
ἔχοντες
σειράς
τʼ
εὐπλέκτους
·
πρὸ
δʼ
ἄρʼ
οὐρῆες
κίον
αὐτῶν
.
115
πολλὰ
δʼ
ἄναντα
κάταντα
πάραντά
τε
δόχμιά
τʼ
ἦλθον
·
ἀλλʼ
ὅτε
δὴ
κνημοὺς
προσέβαν
πολυπίδακος
Ἴδης
,
αὐτίκʼ
ἄρα
δρῦς
ὑψικόμους
ταναήκεϊ
χαλκῷ
τάμνον
ἐπειγόμενοι
·
ταὶ
δὲ
μεγάλα
κτυπέουσαι
πῖπτον
·
τὰς
μὲν
ἔπειτα
διαπλήσσοντες
Ἀχαιοὶ
120
ἔκδεον
ἡμιόνων
·
ταὶ
δὲ
χθόνα
ποσσὶ
δατεῦντο
ἐλδόμεναι
πεδίοιο
διὰ
ῥωπήϊα
πυκνά
.
πάντες
δʼ
ὑλοτόμοι
φιτροὺς
φέρον
·
ὡς
γὰρ
ἀνώγει
Μηριόνης
θεράπων
ἀγαπήνορος
Ἰδομενῆος
.
κὰδ
δʼ
ἄρʼ
ἐπʼ
ἀκτῆς
βάλλον
ἐπισχερώ
,
ἔνθʼ
ἄρʼ
Ἀχιλλεὺς
125
φράσσατο
Πατρόκλῳ
μέγα
ἠρίον
ἠδὲ
οἷ
αὐτῷ
.
αὐτὰρ
ἐπεὶ
πάντῃ
παρακάββαλον
ἄσπετον
ὕλην
ἥατʼ
ἄρʼ
αὖθι
μένοντες
ἀολλέες
.
αὐτὰρ
Ἀχιλλεὺς
αὐτίκα
Μυρμιδόνεσσι
φιλοπτολέμοισι
κέλευσε
χαλκὸν
ζώννυσθαι
,
ζεῦξαι
δʼ
ὑπʼ
ὄχεσφιν
ἕκαστον
130
ἵππους
·
οἳ
δʼ
ὄρνυντο
καὶ
ἐν
τεύχεσσιν
ἔδυνον
,
ἂν
δʼ
ἔβαν
ἐν
δίφροισι
παραιβάται
ἡνίοχοί
τε
,
πρόσθε
μὲν
ἱππῆες
,
μετὰ
δὲ
νέφος
εἵπετο
πεζῶν
μυρίοι
·
ἐν
δὲ
μέσοισι
φέρον
Πάτροκλον
ἑταῖροι
.
θριξὶ
δὲ
πάντα
νέκυν
καταείνυσαν
,
ἃς
ἐπέβαλλον
135
κειρόμενοι
·
ὄπιθεν
δὲ
κάρη
ἔχε
δῖος
Ἀχιλλεὺς
ἀχνύμενος
·
ἕταρον
γὰρ
ἀμύμονα
πέμπʼ
Ἄϊδος
δέ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.