ἔνθά
κε
λευγαλέως
νηῶν
ἄπο
καὶ
κλισιάων
Τρῶες
ἐχώρησαν
προτὶ
Ἴλιον
ἠνεμόεσσαν
,
εἰ
μὴ
Πουλυδάμας
θρασὺν
Ἕκτορα
εἶπε
παραστάς
·
725
Ἕκτορ
ἀμήχανός
ἐσσι
παραρρητοῖσι
πιθέσθαι
.
οὕνεκά
τοι
περὶ
δῶκε
θεὸς
πολεμήϊα
ἔργα
τοὔνεκα
καὶ
βουλῇ
ἐθέλεις
περιίδμεναι
ἄλλων
·
ἀλλʼ
οὔ
πως
ἅμα
πάντα
δυνήσεαι
αὐτὸς
ἑλέσθαι
.
ἄλλῳ
μὲν
γὰρ
ἔδωκε
θεὸς
πολεμήϊα
ἔργα
,
730
ἄλλῳ
δʼ
ὀρχηστύν
,
ἑτέρῳ
κίθαριν
καὶ
ἀοιδήν
,
ἄλλῳ
δʼ
ἐν
στήθεσσι
τιθεῖ
νόον
εὐρύοπα
Ζεὺς
ἐσθλόν
,
τοῦ
δέ
τε
πολλοὶ
ἐπαυρίσκοντʼ
ἄνθρωποι
,
καί
τε
πολέας
ἐσάωσε
,
μάλιστα
δὲ
καὐτὸς
ἀνέγνω
.
αὐτὰρ
ἐγὼν
ἐρέω
ὥς
μοι
δοκεῖ
εἶναι
ἄριστα
·
735
πάντῃ
γάρ
σε
περὶ
στέφανος
πολέμοιο
δέδηε
·
Τρῶες
δὲ
μεγάθυμοι
ἐπεὶ
κατὰ
τεῖχος
ἔβησαν
οἳ
μὲν
ἀφεστᾶσιν
σὺν
τεύχεσιν
,
οἳ
δὲ
μάχονται
παυρότεροι
πλεόνεσσι
κεδασθέντες
κατὰ
νῆας
.
ἀλλʼ
ἀναχασσάμενος
κάλει
ἐνθάδε
πάντας
ἀρίστους
·
740
ἔνθεν
δʼ
ἂν
μάλα
πᾶσαν
ἐπιφρασσαίμεθα
βουλὴν
ἤ
κεν
ἐνὶ
νήεσσι
πολυκλήϊσι
πέσωμεν
αἴ
κʼ
ἐθέλῃσι
θεὸς
δόμεναι
κράτος
,
ἦ
κεν
ἔπειτα
πὰρ
νηῶν
ἔλθωμεν
ἀπήμονες
.
ἦ
γὰρ
ἔγωγε
δείδω
μὴ
τὸ
χθιζὸν
ἀποστήσωνται
Ἀχαιοὶ
745
χρεῖος
,
ἐπεὶ
παρὰ
νηυσὶν
ἀνὴρ
ἆτος
πολέμοιο
μίμνει
,
ὃν
οὐκέτι
πάγχυ
μάχης
σχήσεσθαι
ὀΐω
.
ὣς
φάτο
Πουλυδάμας
,
ἅδε
δʼ
Ἕκτορι
μῦθος
ἀπήμων
,
αὐτίκα
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
750
Πουλυδάμα
σὺ
μὲν
αὐτοῦ
ἐρύκακε
πάντας
ἀρίστους
,
αὐτὰρ
ἐγὼ
κεῖσʼ
εἶμι
καὶ
ἀντιόω
πολέμοιο
·
αἶψα
δʼ
ἐλεύσομαι
αὖτις
ἐπὴν
εὖ
τοῖς
ἐπιτείλω
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.