Πηλεΐδης
δʼ
αἶψʼ
ἄλλα
κατὰ
τρίτα
θῆκεν
ἄεθλα
700
δεικνύμενος
Δαναοῖσι
παλαισμοσύνης
ἀλεγεινῆς
,
τῷ
μὲν
νικήσαντι
μέγαν
τρίποδʼ
ἐμπυριβήτην
,
τὸν
δὲ
δυωδεκάβοιον
ἐνὶ
σφίσι
τῖον
Ἀχαιοί
·
ἀνδρὶ
δὲ
νικηθέντι
γυναῖκʼ
ἐς
μέσσον
ἔθηκε
,
πολλὰ
δʼ
ἐπίστατο
ἔργα
,
τίον
δέ
ἑ
τεσσαράβοιον
.
705
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
ὄρνυσθʼ
οἳ
καὶ
τούτου
ἀέθλου
πειρήσεσθον
.
ὣς
ἔφατʼ
,
ὦρτο
δʼ
ἔπειτα
μέγας
Τελαμώνιος
Αἴας
,
ἂν
δʼ
Ὀδυσεὺς
πολύμητις
ἀνίστατο
κέρδεα
εἰδώς
.
ζωσαμένω
δʼ
ἄρα
τώ
γε
βάτην
ἐς
μέσσον
ἀγῶνα
,
710
ἀγκὰς
δʼ
ἀλλήλων
λαβέτην
χερσὶ
στιβαρῇσιν
ὡς
ὅτʼ
ἀμείβοντες
,
τούς
τε
κλυτὸς
ἤραρε
τέκτων
δώματος
ὑψηλοῖο
βίας
ἀνέμων
ἀλεείνων
.
τετρίγει
δʼ
ἄρα
νῶτα
θρασειάων
ἀπὸ
χειρῶν
ἑλκόμενα
στερεῶς
·
κατὰ
δὲ
νότιος
ῥέεν
ἱδρώς
,
715
πυκναὶ
δὲ
σμώδιγγες
ἀνὰ
πλευράς
τε
καὶ
ὤμους
αἵματι
φοινικόεσσαι
ἀνέδραμον
·
οἳ
δὲ
μάλʼ
αἰεὶ
νίκης
ἱέσθην
τρίποδος
πέρι
ποιητοῖο
·
οὔτʼ
Ὀδυσεὺς
δύνατο
σφῆλαι
οὔδει
τε
πελάσσαι
,
οὔτʼ
Αἴας
δύνατο
,
κρατερὴ
δʼ
ἔχεν
ἲς
Ὀδυσῆος
.
720
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἀνίαζον
ἐϋκνήμιδας
Ἀχαιούς
,
δὴ
τότε
μιν
προσέειπε
μέγας
Τελαμώνιος
Αἴας
·
διογενὲς
Λαερτιάδη
πολυμήχαν
ʼ
Ὀδυσσεῦ
ἤ
μʼ
ἀνάειρʼ
,
ἢ
ἐγὼ
σέ
·
τὰ
δʼ
αὖ
Διὶ
πάντα
μελήσει
.
ὣς
εἰπὼν
ἀνάειρε
·
δόλου
δʼ
οὐ
λήθετʼ
Ὀδυσσεύς
·
725
κόψʼ
ὄπιθεν
κώληπα
τυχών
,
ὑπέλυσε
δὲ
γυῖα
,
κὰδ
δʼ
ἔβαλʼ
ἐξοπίσω
·
ἐπὶ
δὲ
στήθεσσιν
Ὀδυσσεὺς
κάππεσε
·
λαοὶ
δʼ
αὖ
θηεῦντό
τε
θάμβησάν
τε
.
δεύτερος
αὖτʼ
ἀνάειρε
πολύτλας
δῖος
Ὀδυσσεύς
,
κίνησεν
δʼ
ἄρα
τυτθὸν
ἀπὸ
χθονός
,
οὐδʼ
ἔτʼ
ἄειρεν
,
730
ἐν
δὲ
γόνυ
γνάμψεν
·
ἐπὶ
δὲ
χθονὶ
κάππεσον
ἄμφω
πλησίοι
ἀλλήλοισι
,
μιάνθησαν
δὲ
κονίῃ
.
καί
νύ
κε
τὸ
τρίτον
αὖτις
ἀναΐξαντʼ
ἐπάλαιον
,
εἰ
μὴ
Ἀχιλλεὺς
αὐτὸς
ἀνίστατο
καὶ
κατέρυκε
·
μηκέτʼ
ἐρείδεσθον
,
μὴ
δὲ
τρίβεσθε
κακοῖσι
·
735
νίκη
δʼ
ἀμφοτέροισιν
·
ἀέθλια
δʼ
ἶσʼ
ἀνελόντες
ἔρχεσθʼ
,
ὄφρα
καὶ
ἄλλοι
ἀεθλεύωσιν
Ἀχαιοί
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
,
καί
ῥʼ
ἀπομορξαμένω
κονίην
δύσαντο
χιτῶνας
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.