Τρῶες
δὲ
λείουσιν
ἐοικότες
ὠμοφάγοισι
νηυσὶν
ἐπεσσεύοντο
,
Διὸς
δʼ
ἐτέλειον
ἐφετμάς
,
ὅ
σφισιν
αἰὲν
ἔγειρε
μένος
μέγα
,
θέλγε
δὲ
θυμὸν
Ἀργείων
καὶ
κῦδος
ἀπαίνυτο
,
τοὺς
δʼ
ὀρόθυνεν
.
595
Ἕκτορι
γάρ
οἱ
θυμὸς
ἐβούλετο
κῦδος
ὀρέξαι
Πριαμίδῃ
,
ἵνα
νηυσὶ
κορωνίσι
θεσπιδαὲς
πῦρ
ἐμβάλοι
ἀκάματον
,
Θέτιδος
δʼ
ἐξαίσιον
ἀρὴν
πᾶσαν
ἐπικρήνειε
·
τὸ
γὰρ
μένε
μητίετα
Ζεὺς
νηὸς
καιομένης
σέλας
ὀφθαλμοῖσιν
ἰδέσθαι
.
600
ἐκ
γὰρ
δὴ
τοῦ
μέλλε
παλίωξιν
παρὰ
νηῶν
θησέμεναι
Τρώων
,
Δαναοῖσι
δὲ
κῦδος
ὀρέξειν
.
τὰ
φρονέων
νήεσσιν
ἔπι
γλαφυρῇσιν
ἔγειρεν
Ἕκτορα
Πριαμίδην
μάλα
περ
μεμαῶτα
καὶ
αὐτόν
.
μαίνετο
δʼ
ὡς
ὅτʼ
Ἄρης
ἐγχέσπαλος
ἢ
ὀλοὸν
πῦρ
605
οὔρεσι
μαίνηται
βαθέης
ἐν
τάρφεσιν
ὕλης
·
ἀφλοισμὸς
δὲ
περὶ
στόμα
γίγνετο
,
τὼ
δέ
οἱ
ὄσσε
λαμπέσθην
βλοσυρῇσιν
ὑπʼ
ὀφρύσιν
,
ἀμφὶ
δὲ
πήληξ
σμερδαλέον
κροτάφοισι
τινάσσετο
μαρναμένοιο
Ἕκτορος
·
αὐτὸς
γάρ
οἱ
ἀπʼ
αἰθέρος
ἦεν
ἀμύντωρ
610
Ζεύς
,
ὅς
μιν
πλεόνεσσι
μετʼ
ἀνδράσι
μοῦνον
ἐόντα
τίμα
καὶ
κύδαινε
.
μινυνθάδιος
γὰρ
ἔμελλεν
ἔσσεσθʼ
·
ἤδη
γάρ
οἱ
ἐπόρνυε
μόρσιμον
ἦμαρ
Παλλὰς
Ἀθηναίη
ὑπὸ
Πηλεΐδαο
βίηφιν
.
καί
ῥʼ
ἔθελεν
ῥῆξαι
στίχας
ἀνδρῶν
πειρητίζων
,
615
ᾗ
δὴ
πλεῖστον
ὅμιλον
ὅρα
καὶ
τεύχεʼ
ἄριστα
·
ἀλλʼ
οὐδʼ
ὧς
δύνατο
ῥῆξαι
μάλα
περ
μενεαίνων
·
ἴσχον
γὰρ
πυργηδὸν
ἀρηρότες
,
ἠΰτε
πέτρη
ἠλίβατος
μεγάλη
πολιῆς
ἁλὸς
ἐγγὺς
ἐοῦσα
,
ἥ
τε
μένει
λιγέων
ἀνέμων
λαιψηρὰ
κέλευθα
620
κύματά
τε
τροφόεντα
,
τά
τε
προσερεύγεται
αὐτήν
·
ὣς
Δαναοὶ
Τρῶας
μένον
ἔμπεδον
οὐδὲ
φέβοντο
.
αὐτὰρ
ὃ
λαμπόμενος
πυρὶ
πάντοθεν
ἔνθορʼ
ὁμίλῳ
,
ἐν
δʼ
ἔπεσʼ
ὡς
ὅτε
κῦμα
θοῇ
ἐν
νηῒ
πέσῃσι
λάβρον
ὑπαὶ
νεφέων
ἀνεμοτρεφές
·
ἣ
δέ
τε
πᾶσα
625
ἄχνῃ
ὑπεκρύφθη
,
ἀνέμοιο
δὲ
δεινὸς
ἀήτη
ἱστίῳ
ἐμβρέμεται
,
τρομέουσι
δέ
τε
φρένα
ναῦται
δειδιότες
·
τυτθὸν
γὰρ
ὑπʼ
ἐκ
θανάτοιο
φέρονται
·
ὣς
ἐδαΐζετο
θυμὸς
ἐνὶ
στήθεσσιν
Ἀχαιῶν
.
αὐτὰρ
ὅ
γʼ
ὥς
τε
λέων
ὀλοόφρων
βουσὶν
ἐπελθών
,
630
αἵ
ῥά
τʼ
ἐν
εἱαμενῇ
ἕλεος
μεγάλοιο
νέμονται
μυρίαι
,
ἐν
δέ
τε
τῇσι
νομεὺς
οὔ
πω
σάφα
εἰδὼς
θηρὶ
μαχέσσασθαι
ἕλικος
βοὸς
ἀμφὶ
φονῇσιν
·
ἤτοι
ὃ
μὲν
πρώτῃσι
καὶ
ὑστατίῃσι
βόεσσιν
αἰὲν
ὁμοστιχάει
,
ὃ
δέ
τʼ
ἐν
μέσσῃσιν
ὀρούσας
635
βοῦν
ἔδει
,
αἳ
δέ
τε
πᾶσαι
ὑπέτρεσαν
·
ὣς
τότʼ
Ἀχαιοὶ
θεσπεσίως
ἐφόβηθεν
ὑφʼ
Ἕκτορι
καὶ
Διὶ
πατρὶ
πάντες
,
ὃ
δʼ
οἶον
ἔπεφνε
Μυκηναῖον
Περιφήτην
,
Κοπρῆος
φίλον
υἱόν
,
ὃς
Εὐρυσθῆος
ἄνακτος
ἀγγελίης
οἴχνεσκε
βίῃ
Ἡρακληείῃ
.
640
τοῦ
γένετʼ
ἐκ
πατρὸς
πολὺ
χείρονος
υἱὸς
ἀμείνων
παντοίας
ἀρετάς
,
ἠμὲν
πόδας
ἠδὲ
μάχεσθαι
,
καὶ
νόον
ἐν
πρώτοισι
Μυκηναίων
ἐτέτυκτο
·
ὅς
ῥα
τόθʼ
Ἕκτορι
κῦδος
ὑπέρτερον
ἐγγυάλιξε
.
στρεφθεὶς
γὰρ
μετόπισθεν
ἐν
ἀσπίδος
ἄντυγι
πάλτο
,
645
τὴν
αὐτὸς
φορέεσκε
ποδηνεκέʼ
ἕρκος
ἀκόντων
·
τῇ
ὅ
γʼ
ἐνὶ
βλαφθεὶς
πέσεν
ὕπτιος
,
ἀμφὶ
δὲ
πήληξ
σμερδαλέον
κονάβησε
περὶ
κροτάφοισι
πεσόντος
.
Ἕκτωρ
δʼ
ὀξὺ
νόησε
,
θέων
δέ
οἱ
ἄγχι
παρέστη
,
στήθεϊ
δʼ
ἐν
δόρυ
πῆξε
,
φίλων
δέ
μιν
ἐγγὺς
ἑταίρων
650
κτεῖνʼ
·
οἳ
δʼ
οὐκ
ἐδύναντο
καὶ
ἀχνύμενοί
περ
ἑταίρου
χραισμεῖν
·
αὐτοὶ
γὰρ
μάλα
δείδισαν
Ἕκτορα
δῖον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.