ἦ
ῥʼ
ὃ
γέρων
,
πολιὰς
δʼ
ἄρʼ
ἀνὰ
τρίχας
ἕλκετο
χερσὶ
τίλλων
ἐκ
κεφαλῆς
·
οὐδʼ
Ἕκτορι
θυμὸν
ἔπειθε
.
μήτηρ
δʼ
αὖθʼ
ἑτέρωθεν
ὀδύρετο
δάκρυ
χέουσα
κόλπον
ἀνιεμένη
,
ἑτέρηφι
δὲ
μαζὸν
ἀνέσχε
·
80
καί
μιν
δάκρυ
χέουσʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἕκτορ
τέκνον
ἐμὸν
τάδε
τʼ
αἴδεο
καί
μʼ
ἐλέησον
αὐτήν
,
εἴ
ποτέ
τοι
λαθικηδέα
μαζὸν
ἐπέσχον
·
τῶν
μνῆσαι
φίλε
τέκνον
ἄμυνε
δὲ
δήϊον
ἄνδρα
τείχεος
ἐντὸς
ἐών
,
μὴ
δὲ
πρόμος
ἵστασο
τούτῳ
85
σχέτλιος
·
εἴ
περ
γάρ
σε
κατακτάνῃ
,
οὔ
σʼ
ἔτʼ
ἔγωγε
κλαύσομαι
ἐν
λεχέεσσι
φίλον
θάλος
,
ὃν
τέκον
αὐτή
,
οὐδʼ
ἄλοχος
πολύδωρος
·
ἄνευθε
δέ
σε
μέγα
νῶϊν
Ἀργείων
παρὰ
νηυσὶ
κύνες
ταχέες
κατέδονται
.
ὣς
τώ
γε
κλαίοντε
προσαυδήτην
φίλον
υἱὸν
90
πολλὰ
λισσομένω
·
οὐδʼ
Ἕκτορι
θυμὸν
ἔπειθον
,
ἀλλʼ
ὅ
γε
μίμνʼ
Ἀχιλῆα
πελώριον
ἆσσον
ἰόντα
.
ὡς
δὲ
δράκων
ἐπὶ
χειῇ
ὀρέστερος
ἄνδρα
μένῃσι
βεβρωκὼς
κακὰ
φάρμακʼ
,
ἔδυ
δέ
τέ
μιν
χόλος
αἰνός
,
σμερδαλέον
δὲ
δέδορκεν
ἑλισσόμενος
περὶ
χειῇ
·
95
ὣς
Ἕκτωρ
ἄσβεστον
ἔχων
μένος
οὐχ
ὑπεχώρει
πύργῳ
ἔπι
προὔχοντι
φαεινὴν
ἀσπίδʼ
ἐρείσας
·
ὀχθήσας
δʼ
ἄρα
εἶπε
πρὸς
ὃν
μεγαλήτορα
θυμόν
·
ὤ
μοι
ἐγών
,
εἰ
μέν
κε
πύλας
καὶ
τείχεα
δύω
,
Πουλυδάμας
μοι
πρῶτος
ἐλεγχείην
ἀναθήσει
,
100
ὅς
μʼ
ἐκέλευε
Τρωσὶ
ποτὶ
πτόλιν
ἡγήσασθαι
νύχθʼ
ὕπο
τήνδʼ
ὀλοὴν
ὅτε
τʼ
ὤρετο
δῖος
Ἀχιλλεύς
.
ἀλλʼ
ἐγὼ
οὐ
πιθόμην
·
ἦ
τʼ
ἂν
πολὺ
κέρδιον
ἦεν
.
νῦν
δʼ
ἐπεὶ
ὤλεσα
λαὸν
ἀτασθαλίῃσιν
ἐμῇσιν
,
αἰδέομαι
Τρῶας
καὶ
Τρῳάδας
ἑλκεσιπέπλους
,
105
μή
ποτέ
τις
εἴπῃσι
κακώτερος
ἄλλος
ἐμεῖο
·
Ἕκτωρ
ἧφι
βίηφι
πιθήσας
ὤλεσε
λαόν
.
ὣς
ἐρέουσιν
·
ἐμοὶ
δὲ
τότʼ
ἂν
πολὺ
κέρδιον
εἴη
ἄντην
ἢ
Ἀχιλῆα
κατακτείναντα
νέεσθαι
,
ἠέ
κεν
αὐτῷ
ὀλέσθαι
ἐϋκλειῶς
πρὸ
πόληος
.
110
εἰ
δέ
κεν
ἀσπίδα
μὲν
καταθείομαι
ὀμφαλόεσσαν
καὶ
κόρυθα
βριαρήν
,
δόρυ
δὲ
πρὸς
τεῖχος
ἐρείσας
αὐτὸς
ἰὼν
Ἀχιλῆος
ἀμύμονος
ἀντίος
ἔλθω
καί
οἱ
ὑπόσχωμαι
Ἑλένην
καὶ
κτήμαθʼ
ἅμʼ
αὐτῇ
,
πάντα
μάλʼ
ὅσσά
τʼ
Ἀλέξανδρος
κοίλῃς
ἐνὶ
νηυσὶν
115
ἠγάγετο
Τροίηνδʼ
,
ἥ
τʼ
ἔπλετο
νείκεος
ἀρχή
,
δωσέμεν
Ἀτρεΐδῃσιν
ἄγειν
,
ἅμα
δʼ
ἀμφὶς
Ἀχαιοῖς
ἄλλʼ
ἀποδάσσεσθαι
ὅσα
τε
πτόλις
ἥδε
κέκευθε
·
Τρωσὶν
δʼ
αὖ
μετόπισθε
γερούσιον
ὅρκον
ἕλωμαι
μή
τι
κατακρύψειν
,
ἀλλʼ
ἄνδιχα
πάντα
δάσασθαι
120
κτῆσιν
ὅσην
πτολίεθρον
ἐπήρατον
ἐντὸς
ἐέργει
·
ἀλλὰ
τί
ἤ
μοι
ταῦτα
φίλος
διελέξατο
θυμός
;
μή
μιν
ἐγὼ
μὲν
ἵκωμαι
ἰών
,
ὃ
δέ
μʼ
οὐκ
ἐλεήσει
οὐδέ
τί
μʼ
αἰδέσεται
,
κτενέει
δέ
με
γυμνὸν
ἐόντα
αὔτως
ὥς
τε
γυναῖκα
,
ἐπεί
κʼ
ἀπὸ
τεύχεα
δύω
.
125
οὐ
μέν
πως
νῦν
ἔστιν
ἀπὸ
δρυὸς
οὐδʼ
ἀπὸ
πέτρης
τῷ
ὀαριζέμεναι
,
ἅ
τε
παρθένος
ἠΐθεός
τε
παρθένος
ἠΐθεός
τʼ
ὀαρίζετον
ἀλλήλοιιν
.
βέλτερον
αὖτʼ
ἔριδι
ξυνελαυνέμεν
ὅττι
τάχιστα
·
εἴδομεν
ὁπποτέρῳ
κεν
Ὀλύμπιος
εὖχος
ὀρέξῃ
.
130
ὣς
ὅρμαινε
μένων
,
ὃ
δέ
οἱ
σχεδὸν
ἦλθεν
Ἀχιλλεὺς
ἶσος
Ἐνυαλίῳ
κορυθάϊκι
πτολεμιστῇ
σείων
Πηλιάδα
μελίην
κατὰ
δεξιὸν
ὦμον
δεινήν
·
ἀμφὶ
δὲ
χαλκὸς
ἐλάμπετο
εἴκελος
αὐγῇ
ἢ
πυρὸς
αἰθομένου
ἢ
ἠελίου
ἀνιόντος
.
135
Ἕκτορα
δʼ
,
ὡς
ἐνόησεν
,
ἕλε
τρόμος
·
οὐδʼ
ἄρʼ
ἔτʼ
ἔτλη
αὖθι
μένειν
,
ὀπίσω
δὲ
πύλας
λίπε
,
βῆ
δὲ
φοβηθείς
·
Πηλεΐδης
δʼ
ἐπόρουσε
ποσὶ
κραιπνοῖσι
πεποιθώς
.
ἠΰτε
κίρκος
ὄρεσφιν
ἐλαφρότατος
πετεηνῶν
ῥηϊδίως
οἴμησε
μετὰ
τρήρωνα
πέλειαν
,
140
ἣ
δέ
θʼ
ὕπαιθα
φοβεῖται
,
ὃ
δʼ
ἐγγύθεν
ὀξὺ
λεληκὼς
ταρφέʼ
ἐπαΐσσει
,
ἑλέειν
τέ
ἑ
θυμὸς
ἀνώγει
·
ὣς
ἄρʼ
ὅ
γʼ
ἐμμεμαὼς
ἰθὺς
πέτετο
,
τρέσε
δʼ
Ἕκτωρ
τεῖχος
ὕπο
Τρώων
,
λαιψηρὰ
δὲ
γούνατʼ
ἐνώμα
.
οἳ
δὲ
παρὰ
σκοπιὴν
καὶ
ἐρινεὸν
ἠνεμόεντα
145
τείχεος
αἰὲν
ὑπʼ
ἐκ
κατʼ
ἀμαξιτὸν
ἐσσεύοντο
,
κρουνὼ
δʼ
ἵκανον
καλλιρρόω
·
ἔνθα
δὲ
πηγαὶ
δοιαὶ
ἀναΐσσουσι
Σκαμάνδρου
δινήεντος
.
ἣ
μὲν
γάρ
θʼ
ὕδατι
λιαρῷ
ῥέει
,
ἀμφὶ
δὲ
καπνὸς
γίγνεται
ἐξ
αὐτῆς
ὡς
εἰ
πυρὸς
αἰθομένοιο
·
150
ἣ
δʼ
ἑτέρη
θέρεϊ
προρέει
ἐϊκυῖα
χαλάζῃ
,
ἢ
χιόνι
ψυχρῇ
ἢ
ἐξ
ὕδατος
κρυστάλλῳ
.
ἔνθα
δʼ
ἐπʼ
αὐτάων
πλυνοὶ
εὐρέες
ἐγγὺς
ἔασι
καλοὶ
λαΐνεοι
,
ὅθι
εἵματα
σιγαλόεντα
πλύνεσκον
Τρώων
ἄλοχοι
καλαί
τε
θύγατρες
155
τὸ
πρὶν
ἐπʼ
εἰρήνης
πρὶν
ἐλθεῖν
υἷας
Ἀχαιῶν
.
τῇ
ῥα
παραδραμέτην
φεύγων
ὃ
δʼ
ὄπισθε
διώκων
·
πρόσθε
μὲν
ἐσθλὸς
ἔφευγε
,
δίωκε
δέ
μιν
μέγʼ
ἀμείνων
καρπαλίμως
,
ἐπεὶ
οὐχ
ἱερήϊον
οὐδὲ
βοείην
ἀρνύσθην
,
ἅ
τε
ποσσὶν
ἀέθλια
γίγνεται
ἀνδρῶν
,
160
ἀλλὰ
περὶ
ψυχῆς
θέον
Ἕκτορος
ἱπποδάμοιο
.
ὡς
δʼ
ὅτʼ
ἀεθλοφόροι
περὶ
τέρματα
μώνυχες
ἵπποι
ῥίμφα
μάλα
τρωχῶσι
·
τὸ
δὲ
μέγα
κεῖται
ἄεθλον
ἢ
τρίπος
ἠὲ
γυνὴ
ἀνδρὸς
κατατεθνηῶτος
·
ὣς
τὼ
τρὶς
Πριάμοιο
πόλιν
πέρι
δινηθήτην
165
καρπαλίμοισι
πόδεσσι
·
θεοὶ
δʼ
ἐς
πάντες
ὁρῶντο
·
τοῖσι
δὲ
μύθων
ἦρχε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
·
ὢ
πόποι
ἦ
φίλον
ἄνδρα
διωκόμενον
περὶ
τεῖχος
ὀφθαλμοῖσιν
ὁρῶμαι
·
ἐμὸν
δʼ
ὀλοφύρεται
ἦτορ
Ἕκτορος
,
ὅς
μοι
πολλὰ
βοῶν
ἐπὶ
μηρίʼ
ἔκηεν
170
Ἴδης
ἐν
κορυφῇσι
πολυπτύχου
,
ἄλλοτε
δʼ
αὖτε
ἐν
πόλει
ἀκροτάτῃ
·
νῦν
αὖτέ
ἑ
δῖος
Ἀχιλλεὺς
ἄστυ
πέρι
Πριάμοιο
ποσὶν
ταχέεσσι
διώκει
.
ἀλλʼ
ἄγετε
φράζεσθε
θεοὶ
καὶ
μητιάασθε
ἠέ
μιν
ἐκ
θανάτοιο
σαώσομεν
,
ἦέ
μιν
ἤδη
175
Πηλεΐδῃ
Ἀχιλῆϊ
δαμάσσομεν
ἐσθλὸν
ἐόντα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.