οἳ
δʼ
ἄρα
χερμαδίοισιν
ἐϋδμήτων
ἀπὸ
πύργων
βάλλον
ἀμυνόμενοι
σφῶν
τʼ
αὐτῶν
καὶ
κλισιάων
155
νηῶν
τʼ
ὠκυπόρων
·
νιφάδες
δʼ
ὡς
πῖπτον
ἔραζε
,
ἅς
τʼ
ἄνεμος
ζαὴς
νέφεα
σκιόεντα
δονήσας
ταρφειὰς
κατέχευεν
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
·
ὣς
τῶν
ἐκ
χειρῶν
βέλεα
ῥέον
ἠμὲν
Ἀχαιῶν
ἠδὲ
καὶ
ἐκ
Τρώων
·
κόρυθες
δʼ
ἀμφʼ
αὖον
ἀΰτευν
160
βαλλομένων
μυλάκεσσι
καὶ
ἀσπίδες
ὀμφαλόεσσαι
.
δή
ῥα
τότʼ
ᾤμωξεν
καὶ
ὣ
πεπλήγετο
μηρὼ
Ἄσιος
Ὑρτακίδης
,
καὶ
ἀλαστήσας
ἔπος
ηὔδα
·
Ζεῦ
πάτερ
ἦ
ῥά
νυ
καὶ
σὺ
φιλοψευδὴς
ἐτέτυξο
πάγχυ
μάλʼ
·
οὐ
γὰρ
ἔγωγʼ
ἐφάμην
ἥρωας
Ἀχαιοὺς
165
σχήσειν
ἡμέτερόν
γε
μένος
καὶ
χεῖρας
ἀάπτους
.
οἳ
δʼ
,
ὥς
τε
σφῆκες
μέσον
αἰόλοι
ἠὲ
μέλισσαι
οἰκία
ποιήσωνται
ὁδῷ
ἔπι
παιπαλοέσσῃ
,
οὐδʼ
ἀπολείπουσιν
κοῖλον
δόμον
,
ἀλλὰ
μένοντες
ἄνδρας
θηρητῆρας
ἀμύνονται
περὶ
τέκνων
,
170
ὣς
οἵ
γʼ
οὐκ
ἐθέλουσι
πυλάων
καὶ
δύʼ
ἐόντε
χάσσασθαι
πρίν
γʼ
ἠὲ
κατακτάμεν
ἠὲ
ἁλῶναι
.
ὣς
ἔφατʼ
,
οὐδὲ
Διὸς
πεῖθε
φρένα
ταῦτʼ
ἀγορεύων
·
Ἕκτορι
γάρ
οἱ
θυμὸς
ἐβούλετο
κῦδος
ὀρέξαι
.
ἄλλοι
δʼ
ἀμφʼ
ἄλλῃσι
μάχην
ἐμάχοντο
πύλῃσιν
·
175
ἀργαλέον
δέ
με
ταῦτα
θεὸν
ὣς
πάντʼ
ἀγορεῦσαι
·
πάντῃ
γὰρ
περὶ
τεῖχος
ὀρώρει
θεσπιδαὲς
πῦρ
λάϊνον
·
Ἀργεῖοι
δὲ
καὶ
ἀχνύμενοί
περ
ἀνάγκῃ
νηῶν
ἠμύνοντο
·
θεοὶ
δʼ
ἀκαχήατο
θυμὸν
πάντες
ὅσοι
Δαναοῖσι
μάχης
ἐπιτάρροθοι
ἦσαν
.
180
σὺν
δʼ
ἔβαλον
Λαπίθαι
πόλεμον
καὶ
δηϊοτῆτα
.
ἔνθʼ
αὖ
Πειριθόου
υἱὸς
κρατερὸς
Πολυποίτης
δουρὶ
βάλεν
Δάμασον
κυνέης
διὰ
χαλκοπαρῄου
·
οὐδʼ
ἄρα
χαλκείη
κόρυς
ἔσχεθεν
,
ἀλλὰ
διὰ
πρὸ
αἰχμὴ
χαλκείη
ῥῆξʼ
ὀστέον
,
ἐγκέφαλος
δὲ
185
ἔνδον
ἅπας
πεπάλακτο
·
δάμασσε
δέ
μιν
μεμαῶτα
·
αὐτὰρ
ἔπειτα
Πύλωνα
καὶ
Ὄρμενον
ἐξενάριξεν
.
υἱὸν
δʼ
Ἀντιμάχοιο
Λεοντεὺς
ὄζος
Ἄρηος
Ἱππόμαχον
βάλε
δουρὶ
κατὰ
ζωστῆρα
τυχήσας
.
αὖτις
δʼ
ἐκ
κολεοῖο
ἐρυσσάμενος
ξίφος
ὀξὺ
190
Ἀντιφάτην
μὲν
πρῶτον
ἐπαΐξας
διʼ
ὁμίλου
πλῆξʼ
αὐτοσχεδίην
·
ὃ
δʼ
ἄρʼ
ὕπτιος
οὔδει
ἐρείσθη
·
αὐτὰρ
ἔπειτα
Μένωνα
καὶ
Ἰαμενὸν
καὶ
Ὀρέστην
πάντας
ἐπασσυτέρους
πέλασε
χθονὶ
πουλυβοτείρῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.