Ἀργεῖοι
δʼ
ὑπέμειναν
ἀολλέες
,
ὦρτο
δʼ
ἀϋτὴ
ὀξεῖʼ
ἀμφοτέρωθεν
,
ἀπὸ
νευρῆφι
δʼ
ὀϊστοὶ
θρῷσκον
·
πολλὰ
δὲ
δοῦρα
θρασειάων
ἀπὸ
χειρῶν
ἄλλα
μὲν
ἐν
χροῒ
πήγνυτʼ
ἀρηϊθόων
αἰζηῶν
,
315
πολλὰ
δὲ
καὶ
μεσσηγὺ
πάρος
χρόα
λευκὸν
ἐπαυρεῖν
ἐν
γαίῃ
ἵσταντο
λιλαιόμενα
χροὸς
ἆσαι
.
ὄφρα
μὲν
αἰγίδα
χερσὶν
ἔχʼ
ἀτρέμα
Φοῖβος
Ἀπόλλων
,
τόφρα
μάλʼ
ἀμφοτέρων
βέλεʼ
ἥπτετο
,
πῖπτε
δὲ
λαός
.
αὐτὰρ
ἐπεὶ
κατʼ
ἐνῶπα
ἰδὼν
Δαναῶν
ταχυπώλων
320
σεῖσʼ
,
ἐπὶ
δʼ
αὐτὸς
ἄϋσε
μάλα
μέγα
,
τοῖσι
δὲ
θυμὸν
ἐν
στήθεσσιν
ἔθελξε
,
λάθοντο
δὲ
θούριδος
ἀλκῆς
.
οἳ
δʼ
ὥς
τʼ
ἠὲ
βοῶν
ἀγέλην
ἢ
πῶϋ
μέγʼ
οἰῶν
θῆρε
δύω
κλονέωσι
μελαίνης
νυκτὸς
ἀμολγῷ
ἐλθόντʼ
ἐξαπίνης
σημάντορος
οὐ
παρεόντος
,
325
ὣς
ἐφόβηθεν
Ἀχαιοὶ
ἀνάλκιδες
·
ἐν
γὰρ
Ἀπόλλων
ἧκε
φόβον
,
Τρωσὶν
δὲ
καὶ
Ἕκτορι
κῦδος
ὄπαζεν
.
ἔνθα
δʼ
ἀνὴρ
ἕλεν
ἄνδρα
κεδασθείσης
ὑσμίνης
.
Ἕκτωρ
μὲν
Στιχίον
τε
καὶ
Ἀρκεσίλαον
ἔπεφνε
,
τὸν
μὲν
Βοιωτῶν
ἡγήτορα
χαλκοχιτώνων
,
330
τὸν
δὲ
Μενεσθῆος
μεγαθύμου
πιστὸν
ἑταῖρον
·
Αἰνείας
δὲ
Μέδοντα
καὶ
Ἴασον
ἐξενάριξεν
.
ἤτοι
ὃ
μὲν
νόθος
υἱὸς
Ὀϊλῆος
θείοιο
ἔσκε
Μέδων
Αἴαντος
ἀδελφεός
·
αὐτὰρ
ἔναιεν
ἐν
Φυλάκῃ
γαίης
ἄπο
πατρίδος
ἄνδρα
κατακτὰς
335
γνωτὸν
μητρυιῆς
Ἐριώπιδος
,
ἣν
ἔχʼ
Ὀϊλεύς
·
Ἴασος
αὖτʼ
ἀρχὸς
μὲν
Ἀθηναίων
ἐτέτυκτο
,
υἱὸς
δὲ
Σφήλοιο
καλέσκετο
Βουκολίδαο
.
Μηκιστῆ
δʼ
ἕλε
Πουλυδάμας
,
Ἐχίον
δὲ
Πολίτης
πρώτῃ
ἐν
ὑσμίνῃ
,
Κλονίον
δʼ
ἕλε
δῖος
Ἀγήνωρ
.
340
Δηΐοχον
δὲ
Πάρις
βάλε
νείατον
ὦμον
ὄπισθε
φεύγοντʼ
ἐν
προμάχοισι
,
διὰ
πρὸ
δὲ
χαλκὸν
ἔλασσεν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.