οἳ
δὲ
μέγα
φρονέοντες
ἐπὶ
πτολέμοιο
γεφύρας
εἴατο
παννύχιοι
,
πυρὰ
δέ
σφισι
καίετο
πολλά
.
ὡς
δʼ
ὅτʼ
ἐν
οὐρανῷ
ἄστρα
φαεινὴν
ἀμφὶ
σελήνην
555
φαίνετʼ
ἀριπρεπέα
,
ὅτε
τʼ
ἔπλετο
νήνεμος
αἰθήρ
·
ἔκ
τʼ
ἔφανεν
πᾶσαι
σκοπιαὶ
καὶ
πρώονες
ἄκροι
καὶ
νάπαι
·
οὐρανόθεν
δʼ
ἄρʼ
ὑπερράγη
ἄσπετος
αἰθήρ
,
πάντα
δὲ
εἴδεται
ἄστρα
,
γέγηθε
δέ
τε
φρένα
ποιμήν
·
τόσσα
μεσηγὺ
νεῶν
ἠδὲ
Ξάνθοιο
ῥοάων
560
Τρώων
καιόντων
πυρὰ
φαίνετο
Ἰλιόθι
πρό
.
χίλιʼ
ἄρʼ
ἐν
πεδίῳ
πυρὰ
καίετο
,
πὰρ
δὲ
ἑκάστῳ
εἴατο
πεντήκοντα
σέλᾳ
πυρὸς
αἰθομένοιο
.
ἵπποι
δὲ
κρῖ
λευκὸν
ἐρεπτόμενοι
καὶ
ὀλύρας
ἑσταότες
παρʼ
ὄχεσφιν
ἐΰθρονον
Ἠῶ
μίμνον
.
565
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.