οἳ
δʼ
εἶχον
κοίλην
Λακεδαίμονα
κητώεσσαν
,
Φᾶρίν
τε
Σπάρτην
τε
πολυτρήρωνά
τε
Μέσσην
,
Βρυσειάς
τʼ
ἐνέμοντο
καὶ
Αὐγειὰς
ἐρατεινάς
,
οἵ
τʼ
ἄρʼ
Ἀμύκλας
εἶχον
Ἕλος
τʼ
ἔφαλον
πτολίεθρον
,
οἵ
τε
Λάαν
εἶχον
ἠδʼ
Οἴτυλον
ἀμφενέμοντο
,
585
τῶν
οἱ
ἀδελφεὸς
ἦρχε
βοὴν
ἀγαθὸς
Μενέλαος
ἑξήκοντα
νεῶν
·
ἀπάτερθε
δὲ
θωρήσσοντο
·
ἐν
δʼ
αὐτὸς
κίεν
ᾗσι
προθυμίῃσι
πεποιθὼς
ὀτρύνων
πόλεμον
δέ
·
μάλιστα
δὲ
ἵετο
θυμῷ
τίσασθαι
Ἑλένης
ὁρμήματά
τε
στοναχάς
τε
.
590
οἳ
δὲ
Πύλον
τʼ
ἐνέμοντο
καὶ
Ἀρήνην
ἐρατεινὴν
καὶ
Θρύον
Ἀλφειοῖο
πόρον
καὶ
ἐΰκτιτον
Αἰπὺ
καὶ
Κυπαρισσήεντα
καὶ
Ἀμφιγένειαν
ἔναιον
καὶ
Πτελεὸν
καὶ
Ἕλος
καὶ
Δώριον
,
ἔνθά
τε
Μοῦσαι
ἀντόμεναι
Θάμυριν
τὸν
Θρήϊκα
παῦσαν
ἀοιδῆς
595
Οἰχαλίηθεν
ἰόντα
παρʼ
Εὐρύτου
Οἰχαλιῆος
·
στεῦτο
γὰρ
εὐχόμενος
νικησέμεν
εἴ
περ
ἂν
αὐταὶ
Μοῦσαι
ἀείδοιεν
κοῦραι
Διὸς
αἰγιόχοιο
·
αἳ
δὲ
χολωσάμεναι
πηρὸν
θέσαν
,
αὐτὰρ
ἀοιδὴν
θεσπεσίην
ἀφέλοντο
καὶ
ἐκλέλαθον
κιθαριστύν
·
600
τῶν
αὖθʼ
ἡγεμόνευε
Γερήνιος
ἱππότα
Νέστωρ
·
τῷ
δʼ
ἐνενήκοντα
γλαφυραὶ
νέες
ἐστιχόωντο
.
οἳ
δʼ
ἔχον
Ἀρκαδίην
ὑπὸ
Κυλλήνης
ὄρος
αἰπὺ
Αἰπύτιον
παρὰ
τύμβον
ἵνʼ
ἀνέρες
ἀγχιμαχηταί
,
οἳ
Φενεόν
τʼ
ἐνέμοντο
καὶ
Ὀρχομενὸν
πολύμηλον
605
Ῥίπην
τε
Στρατίην
τε
καὶ
ἠνεμόεσσαν
Ἐνίσπην
καὶ
Τεγέην
εἶχον
καὶ
Μαντινέην
ἐρατεινὴν
Στύμφηλόν
τʼ
εἶχον
καὶ
Παρρασίην
ἐνέμοντο
,
τῶν
ἦρχʼ
Ἀγκαίοιο
πάϊς
κρείων
Ἀγαπήνωρ
ἑξήκοντα
νεῶν
·
πολέες
δʼ
ἐν
νηῒ
ἑκάστῃ
610
Ἀρκάδες
ἄνδρες
ἔβαινον
ἐπιστάμενοι
πολεμίζειν
.
αὐτὸς
γάρ
σφιν
δῶκεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
νῆας
ἐϋσσέλμους
περάαν
ἐπὶ
οἴνοπα
πόντον
Ἀτρεΐδης
,
ἐπεὶ
οὔ
σφι
θαλάσσια
ἔργα
μεμήλει
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.