τὸν
δʼ
Ἕκτωρ
νείκεσσεν
ἰδὼν
αἰσχροῖς
ἐπέεσσιν
·
Δύσπαρι
εἶδος
ἄριστε
γυναιμανὲς
ἠπεροπευτὰ
αἴθʼ
ὄφελες
ἄγονός
τʼ
ἔμεναι
ἄγαμός
τʼ
ἀπολέσθαι
·
40
καί
κε
τὸ
βουλοίμην
,
καί
κεν
πολὺ
κέρδιον
ἦεν
ἢ
οὕτω
λώβην
τʼ
ἔμεναι
καὶ
ὑπόψιον
ἄλλων
.
ἦ
που
καγχαλόωσι
κάρη
κομόωντες
Ἀχαιοὶ
φάντες
ἀριστῆα
πρόμον
ἔμμεναι
,
οὕνεκα
καλὸν
εἶδος
ἔπʼ
,
ἀλλʼ
οὐκ
ἔστι
βίη
φρεσὶν
οὐδέ
τις
ἀλκή
.
45
ἦ
τοιόσδε
ἐὼν
ἐν
ποντοπόροισι
νέεσσι
πόντον
ἐπιπλώσας
,
ἑτάρους
ἐρίηρας
ἀγείρας
,
μιχθεὶς
ἀλλοδαποῖσι
γυναῖκʼ
εὐειδέʼ
ἀνῆγες
ἐξ
ἀπίης
γαίης
νυὸν
ἀνδρῶν
αἰχμητάων
πατρί
τε
σῷ
μέγα
πῆμα
πόληΐ
τε
παντί
τε
δήμῳ
,
50
δυσμενέσιν
μὲν
χάρμα
,
κατηφείην
δὲ
σοὶ
αὐτῷ
;
οὐκ
ἂν
δὴ
μείνειας
ἀρηΐφιλον
Μενέλαον
;
γνοίης
χʼ
οἵου
φωτὸς
ἔχεις
θαλερὴν
παράκοιτιν
·
οὐκ
ἄν
τοι
χραίσμῃ
κίθαρις
τά
τε
δῶρʼ
Ἀφροδίτης
ἥ
τε
κόμη
τό
τε
εἶδος
ὅτʼ
ἐν
κονίῃσι
μιγείης
.
55
ἀλλὰ
μάλα
Τρῶες
δειδήμονες
·
ἦ
τέ
κεν
ἤδη
λάϊνον
ἕσσο
χιτῶνα
κακῶν
ἕνεχʼ
ὅσσα
ἔοργας
.
τὸν
δʼ
αὖτε
προσέειπεν
Ἀλέξανδρος
θεοειδής
·
Ἕκτορ
ἐπεί
με
κατʼ
αἶσαν
ἐνείκεσας
οὐδʼ
ὑπὲρ
αἶσαν
·
αἰεί
τοι
κραδίη
πέλεκυς
ὥς
ἐστιν
ἀτειρὴς
60
ὅς
τʼ
εἶσιν
διὰ
δουρὸς
ὑπʼ
ἀνέρος
ὅς
ῥά
τε
τέχνῃ
νήϊον
ἐκτάμνῃσιν
,
ὀφέλλει
δʼ
ἀνδρὸς
ἐρωήν
·
ὣς
σοὶ
ἐνὶ
στήθεσσιν
ἀτάρβητος
νόος
ἐστί
·
μή
μοι
δῶρʼ
ἐρατὰ
πρόφερε
χρυσέης
Ἀφροδίτης
·
οὔ
τοι
ἀπόβλητʼ
ἐστὶ
θεῶν
ἐρικυδέα
δῶρα
65
ὅσσά
κεν
αὐτοὶ
δῶσιν
,
ἑκὼν
δʼ
οὐκ
ἄν
τις
ἕλοιτο
·
νῦν
αὖτʼ
εἴ
μʼ
ἐθέλεις
πολεμίζειν
ἠδὲ
μάχεσθαι
,
ἄλλους
μὲν
κάθισον
Τρῶας
καὶ
πάντας
Ἀχαιούς
,
αὐτὰρ
ἔμʼ
ἐν
μέσσῳ
καὶ
ἀρηΐφιλον
Μενέλαον
συμβάλετʼ
ἀμφʼ
Ἑλένῃ
καὶ
κτήμασι
πᾶσι
μάχεσθαι
·
70
ὁππότερος
δέ
κε
νικήσῃ
κρείσσων
τε
γένηται
,
κτήμαθʼ
ἑλὼν
εὖ
πάντα
γυναῖκά
τε
οἴκαδʼ
ἀγέσθω
·
οἳ
δʼ
ἄλλοι
φιλότητα
καὶ
ὅρκια
πιστὰ
ταμόντες
ναίοιτε
Τροίην
ἐριβώλακα
,
τοὶ
δὲ
νεέσθων
Ἄργος
ἐς
ἱππόβοτον
καὶ
Ἀχαιΐδα
καλλιγύναικα
.
75
ὣς
ἔφαθʼ
,
Ἕκτωρ
δʼ
αὖτʼ
ἐχάρη
μέγα
μῦθον
ἀκούσας
,
καί
ῥʼ
ἐς
μέσσον
ἰὼν
Τρώων
ἀνέεργε
φάλαγγας
μέσσου
δουρὸς
ἑλών
·
τοὶ
δʼ
ἱδρύνθησαν
ἅπαντες
.
τῷ
δʼ
ἐπετοξάζοντο
κάρη
κομόωντες
Ἀχαιοὶ
ἰοῖσίν
τε
τιτυσκόμενοι
λάεσσί
τʼ
ἔβαλλον
·
80
αὐτὰρ
ὃ
μακρὸν
ἄϋσεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ἴσχεσθʼ
Ἀργεῖοι
,
μὴ
βάλλετε
κοῦροι
Ἀχαιῶν
·
στεῦται
γάρ
τι
ἔπος
ἐρέειν
κορυθαίολος
Ἕκτωρ
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἔσχοντο
μάχης
ἄνεῴ
τʼ
ἐγένοντο
ἐσσυμένως
·
Ἕκτωρ
δὲ
μετʼ
ἀμφοτέροισιν
ἔειπε
·
85
κέκλυτέ
μευ
Τρῶες
καὶ
ἐϋκνήμιδες
Ἀχαιοὶ
μῦθον
Ἀλεξάνδροιο
,
τοῦ
εἵνεκα
νεῖκος
ὄρωρεν
.
ἄλλους
μὲν
κέλεται
Τρῶας
καὶ
πάντας
Ἀχαιοὺς
τεύχεα
κάλʼ
ἀποθέσθαι
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
,
αὐτὸν
δʼ
ἐν
μέσσῳ
καὶ
ἀρηΐφιλον
Μενέλαον
90
οἴους
ἀμφʼ
Ἑλένῃ
καὶ
κτήμασι
πᾶσι
μάχεσθαι
.
ὁππότερος
δέ
κε
νικήσῃ
κρείσσων
τε
γένηται
κτήμαθʼ
ἑλὼν
εὖ
πάντα
γυναῖκά
τε
οἴκαδʼ
ἀγέσθω
·
οἳ
δʼ
ἄλλοι
φιλότητα
καὶ
ὅρκια
πιστὰ
τάμωμεν
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
·
95
τοῖσι
δὲ
καὶ
μετέειπε
βοὴν
ἀγαθὸς
Μενέλαος
·
κέκλυτε
νῦν
καὶ
ἐμεῖο
·
μάλιστα
γὰρ
ἄλγος
ἱκάνει
θυμὸν
ἐμόν
,
φρονέω
δὲ
διακρινθήμεναι
ἤδη
Ἀργείους
καὶ
Τρῶας
,
ἐπεὶ
κακὰ
πολλὰ
πέπασθε
εἵνεκʼ
ἐμῆς
ἔριδος
καὶ
Ἀλεξάνδρου
ἕνεκʼ
ἀρχῆς
·
100
ἡμέων
δʼ
ὁπποτέρῳ
θάνατος
καὶ
μοῖρα
τέτυκται
τεθναίη
·
ἄλλοι
δὲ
διακρινθεῖτε
τάχιστα
.
οἴσετε
ἄρνʼ
,
ἕτερον
λευκόν
,
ἑτέρην
δὲ
μέλαιναν
,
Γῇ
τε
καὶ
Ἠελίῳ
·
Διὶ
δʼ
ἡμεῖς
οἴσομεν
ἄλλον
·
ἄξετε
δὲ
Πριάμοιο
βίην
,
ὄφρʼ
ὅρκια
τάμνῃ
105
αὐτός
,
ἐπεί
οἱ
παῖδες
ὑπερφίαλοι
καὶ
ἄπιστοι
,
μή
τις
ὑπερβασίῃ
Διὸς
ὅρκια
δηλήσηται
.
αἰεὶ
δʼ
ὁπλοτέρων
ἀνδρῶν
φρένες
ἠερέθονται
·
οἷς
δʼ
ὁ
γέρων
μετέῃσιν
ἅμα
πρόσσω
καὶ
ὀπίσσω
λεύσσει
,
ὅπως
ὄχʼ
ἄριστα
μετʼ
ἀμφοτέροισι
γένηται
.
110
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἐχάρησαν
Ἀχαιοί
τε
Τρῶές
τε
ἐλπόμενοι
παύσασθαι
ὀϊζυροῦ
πολέμοιο
.
καί
ῥʼ
ἵππους
μὲν
ἔρυξαν
ἐπὶ
στίχας
,
ἐκ
δʼ
ἔβαν
αὐτοί
,
τεύχεά
τʼ
ἐξεδύοντο
·
τὰ
μὲν
κατέθεντʼ
ἐπὶ
γαίῃ
πλησίον
ἀλλήλων
,
ὀλίγη
δʼ
ἦν
ἀμφὶς
ἄρουρα
·
115
Ἕκτωρ
δὲ
προτὶ
ἄστυ
δύω
κήρυκας
ἔπεμπε
καρπαλίμως
ἄρνάς
τε
φέρειν
Πρίαμόν
τε
καλέσσαι
·
αὐτὰρ
ὃ
Ταλθύβιον
προΐει
κρείων
Ἀγαμέμνων
νῆας
ἔπι
γλαφυρὰς
ἰέναι
,
ἠδʼ
ἄρνʼ
ἐκέλευεν
οἰσέμεναι
·
ὃ
δʼ
ἄρʼ
οὐκ
ἀπίθησʼ
Ἀγαμέμνονι
δίῳ
.
120
Ἶρις
δʼ
αὖθʼ
Ἑλένῃ
λευκωλένῳ
ἄγγελος
ἦλθεν
εἰδομένη
γαλόῳ
Ἀντηνορίδαο
δάμαρτι
,
τὴν
Ἀντηνορίδης
εἶχε
κρείων
Ἑλικάων
Λαοδίκην
Πριάμοιο
θυγατρῶν
εἶδος
ἀρίστην
.
τὴν
δʼ
εὗρʼ
ἐν
μεγάρῳ
·
ἣ
δὲ
μέγαν
ἱστὸν
ὕφαινε
125
δίπλακα
πορφυρέην
,
πολέας
δʼ
ἐνέπασσεν
ἀέθλους
Τρώων
θʼ
ἱπποδάμων
καὶ
Ἀχαιῶν
χαλκοχιτώνων
,
οὕς
ἑθεν
εἵνεκʼ
ἔπασχον
ὑπʼ
Ἄρηος
παλαμάων
·
ἀγχοῦ
δʼ
ἱσταμένη
προσέφη
πόδας
ὠκέα
Ἶρις
·
δεῦρʼ
ἴθι
νύμφα
φίλη
,
ἵνα
θέσκελα
ἔργα
ἴδηαι
130
Τρώων
θʼ
ἱπποδάμων
καὶ
Ἀχαιῶν
χαλκοχιτώνων
,
οἳ
πρὶν
ἐπʼ
ἀλλήλοισι
φέρον
πολύδακρυν
Ἄρηα
ἐν
πεδίῳ
ὀλοοῖο
λιλαιόμενοι
πολέμοιο
·
οἳ
δὴ
νῦν
ἕαται
σιγῇ
,
πόλεμος
δὲ
πέπαυται
,
ἀσπίσι
κεκλιμένοι
,
παρὰ
δʼ
ἔγχεα
μακρὰ
πέπηγεν
.
135
αὐτὰρ
Ἀλέξανδρος
καὶ
ἀρηΐφιλος
Μενέλαος
μακρῇς
ἐγχείῃσι
μαχήσονται
περὶ
σεῖο
·
τῷ
δέ
κε
νικήσαντι
φίλη
κεκλήσῃ
ἄκοιτις
.
ὣς
εἰποῦσα
θεὰ
γλυκὺν
ἵμερον
ἔμβαλε
θυμῷ
ἀνδρός
τε
προτέρου
καὶ
ἄστεος
ἠδὲ
τοκήων
·
140
αὐτίκα
δʼ
ἀργεννῇσι
καλυψαμένη
ὀθόνῃσιν
ὁρμᾶτʼ
ἐκ
θαλάμοιο
τέρεν
κατὰ
δάκρυ
χέουσα
οὐκ
οἴη
,
ἅμα
τῇ
γε
καὶ
ἀμφίπολοι
δύʼ
ἕποντο
,
Αἴθρη
Πιτθῆος
θυγάτηρ
,
Κλυμένη
τε
βοῶπις
·
αἶψα
δʼ
ἔπειθʼ
ἵκανον
ὅθι
Σκαιαὶ
πύλαι
ἦσαν
.
145
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.