Ἰδομενεὺς
δʼ
οὐ
λῆγε
μένος
μέγα
,
ἵετο
δʼ
αἰεὶ
ἠέ
τινα
Τρώων
ἐρεβεννῇ
νυκτὶ
καλύψαι
425
ἢ
αὐτὸς
δουπῆσαι
ἀμύνων
λοιγὸν
Ἀχαιοῖς
.
ἔνθʼ
Αἰσυήταο
διοτρεφέος
φίλον
υἱὸν
ἥρωʼ
Ἀλκάθοον
,
γαμβρὸς
δʼ
ἦν
Ἀγχίσαο
,
πρεσβυτάτην
δʼ
ὤπυιε
θυγατρῶν
Ἱπποδάμειαν
τὴν
περὶ
κῆρι
φίλησε
πατὴρ
καὶ
πότνια
μήτηρ
430
ἐν
μεγάρῳ
·
πᾶσαν
γὰρ
ὁμηλικίην
ἐκέκαστο
κάλλεϊ
καὶ
ἔργοισιν
ἰδὲ
φρεσί
·
τοὔνεκα
καί
μιν
γῆμεν
ἀνὴρ
ὤριστος
ἐνὶ
Τροίῃ
εὐρείῃ
·
τὸν
τόθʼ
ὑπʼ
Ἰδομενῆϊ
Ποσειδάων
ἐδάμασσε
θέλξας
ὄσσε
φαεινά
,
πέδησε
δὲ
φαίδιμα
γυῖα
·
435
οὔτε
γὰρ
ἐξοπίσω
φυγέειν
δύνατʼ
οὔτʼ
ἀλέασθαι
,
ἀλλʼ
ὥς
τε
στήλην
ἢ
δένδρεον
ὑψιπέτηλον
ἀτρέμας
ἑσταότα
στῆθος
μέσον
οὔτασε
δουρὶ
ἥρως
Ἰδομενεύς
,
ῥῆξεν
δέ
οἱ
ἀμφὶ
χιτῶνα
χάλκεον
,
ὅς
οἱ
πρόσθεν
ἀπὸ
χροὸς
ἤρκει
ὄλεθρον
·
440
δὴ
τότε
γʼ
αὖον
ἄϋσεν
ἐρεικόμενος
περὶ
δουρί
.
δούπησεν
δὲ
πεσών
,
δόρυ
δʼ
ἐν
κραδίῃ
ἐπεπήγει
,
ἥ
ῥά
οἱ
ἀσπαίρουσα
καὶ
οὐρίαχον
πελέμιζεν
ἔγχεος
·
ἔνθα
δʼ
ἔπειτʼ
ἀφίει
μένος
ὄβριμος
Ἄρης
·
Ἰδομενεὺς
δʼ
ἔκπαγλον
ἐπεύξατο
μακρὸν
ἀΰσας
445
Δηΐφοβʼ
ἦ
ἄρα
δή
τι
ἐΐσκομεν
ἄξιον
εἶναι
τρεῖς
ἑνὸς
ἀντὶ
πεφάσθαι
;
ἐπεὶ
σύ
περ
εὔχεαι
οὕτω
.
δαιμόνι
ʼ
ἀλλὰ
καὶ
αὐτὸς
ἐναντίον
ἵστασʼ
ἐμεῖο
,
ὄφρα
ἴδῃ
οἷος
Ζηνὸς
γόνος
ἐνθάδʼ
ἱκάνω
,
ὃς
πρῶτον
Μίνωα
τέκε
Κρήτῃ
ἐπίουρον
·
450
Μίνως
δʼ
αὖ
τέκεθʼ
υἱὸν
ἀμύμονα
Δευκαλίωνα
,
Δευκαλίων
δʼ
ἐμὲ
τίκτε
πολέσσʼ
ἄνδρεσσιν
ἄνακτα
Κρήτῃ
ἐν
εὐρείῃ
·
νῦν
δʼ
ἐνθάδε
νῆες
ἔνεικαν
σοί
τε
κακὸν
καὶ
πατρὶ
καὶ
ἄλλοισι
Τρώεσσιν
.
ὣς
φάτο
,
Δηΐφοβος
δὲ
διάνδιχα
μερμήριξεν
455
ἤ
τινά
που
Τρώων
ἑταρίσσαιτο
μεγαθύμων
ἂψ
ἀναχωρήσας
,
ἦ
πειρήσαιτο
καὶ
οἶος
.
ὧδε
δέ
οἱ
φρονέοντι
δοάσσατο
κέρδιον
εἶναι
βῆναι
ἐπʼ
Αἰνείαν
·
τὸν
δʼ
ὕστατον
εὗρεν
ὁμίλου
ἑσταότʼ
·
αἰεὶ
γὰρ
Πριάμῳ
ἐπεμήνιε
δίῳ
460
οὕνεκʼ
ἄρʼ
ἐσθλὸν
ἐόντα
μετʼ
ἀνδράσιν
οὔ
τι
τίεσκεν
.
ἀγχοῦ
δʼ
ἱστάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Αἰνεία
Τρώων
βουληφόρε
νῦν
σε
μάλα
χρὴ
γαμβρῷ
ἀμυνέμεναι
,
εἴ
πέρ
τί
σε
κῆδος
ἱκάνει
.
ἀλλʼ
ἕπευ
Ἀλκαθόῳ
ἐπαμύνομεν
,
ὅς
σε
πάρος
γε
465
γαμβρὸς
ἐὼν
ἔθρεψε
δόμοις
ἔνι
τυτθὸν
ἐόντα
·
τὸν
δέ
τοι
Ἰδομενεὺς
δουρικλυτὸς
ἐξενάριξεν
.
ὣς
φάτο
,
τῷ
δʼ
ἄρα
θυμὸν
ἐνὶ
στήθεσσιν
ὄρινε
,
βῆ
δὲ
μετʼ
Ἰδομενῆα
μέγα
πτολέμοιο
μεμηλώς
.
ἀλλʼ
οὐκ
Ἰδομενῆα
φόβος
λάβε
τηλύγετον
ὥς
,
470
ἀλλʼ
ἔμεν
ʼ
ὡς
ὅτε
τις
σῦς
οὔρεσιν
ἀλκὶ
πεποιθώς
,
ὅς
τε
μένει
κολοσυρτὸν
ἐπερχόμενον
πολὺν
ἀνδρῶν
χώρῳ
ἐν
οἰοπόλῳ
,
φρίσσει
δέ
τε
νῶτον
ὕπερθεν
·
ὀφθαλμὼ
δʼ
ἄρα
οἱ
πυρὶ
λάμπετον
·
αὐτὰρ
ὀδόντας
θήγει
,
ἀλέξασθαι
μεμαὼς
κύνας
ἠδὲ
καὶ
ἄνδρας
·
475
ὣς
μένεν
Ἰδομενεὺς
δουρικλυτός
,
οὐδʼ
ὑπεχώρει
,
Αἰνείαν
ἐπιόντα
βοηθόον
·
αὖε
δʼ
ἑταίρους
Ἀσκάλαφόν
τʼ
ἐσορῶν
Ἀφαρῆά
τε
Δηΐπυρόν
τε
Μηριόνην
τε
καὶ
Ἀντίλοχον
μήστωρας
ἀϋτῆς
·
τοὺς
ὅ
γʼ
ἐποτρύνων
ἔπεα
πτερόεντα
προσηύδα
·
480
δεῦτε
φίλοι
,
καί
μʼ
οἴῳ
ἀμύνετε
·
δείδια
δʼ
αἰνῶς
Αἰνείαν
ἐπιόντα
πόδας
ταχύν
,
ὅς
μοι
ἔπεισιν
,
ὃς
μάλα
καρτερός
ἐστι
μάχῃ
ἔνι
φῶτας
ἐναίρειν
·
καὶ
δʼ
ἔχει
ἥβης
ἄνθος
,
ὅ
τε
κράτος
ἐστὶ
μέγιστον
.
εἰ
γὰρ
ὁμηλικίη
γε
γενοίμεθα
τῷδʼ
ἐπὶ
θυμῷ
485
αἶψά
κεν
ἠὲ
φέροιτο
μέγα
κράτος
,
ἠὲ
φεροίμην
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἕνα
φρεσὶ
θυμὸν
ἔχοντες
πλησίοι
ἔστησαν
,
σάκεʼ
ὤμοισι
κλίναντες
.
Αἰνείας
δʼ
ἑτέρωθεν
ἐκέκλετο
οἷς
ἑτάροισι
Δηΐφοβόν
τε
Πάριν
τʼ
ἐσορῶν
καὶ
Ἀγήνορα
δῖον
,
490
οἵ
οἱ
ἅμʼ
ἡγεμόνες
Τρώων
ἔσαν
·
αὐτὰρ
ἔπειτα
λαοὶ
ἕπονθʼ
,
ὡς
εἴ
τε
μετὰ
κτίλον
ἕσπετο
μῆλα
πιόμενʼ
ἐκ
βοτάνης
·
γάνυται
δʼ
ἄρα
τε
φρένα
ποιμήν
·
ὣς
Αἰνείᾳ
θυμὸς
ἐνὶ
στήθεσσι
γεγήθει
ὡς
ἴδε
λαῶν
ἔθνος
ἐπισπόμενον
ἑοῖ
αὐτῷ
.
495
οἳ
δʼ
ἀμφʼ
Ἀλκαθόῳ
αὐτοσχεδὸν
ὁρμήθησαν
μακροῖσι
ξυστοῖσι
·
περὶ
στήθεσσι
δὲ
χαλκὸς
σμερδαλέον
κονάβιζε
τιτυσκομένων
καθʼ
ὅμιλον
ἀλλήλων
·
δύο
δʼ
ἄνδρες
ἀρήϊοι
ἔξοχον
ἄλλων
Αἰνείας
τε
καὶ
Ἰδομενεὺς
ἀτάλαντοι
Ἄρηϊ
500
ἵεντʼ
ἀλλήλων
ταμέειν
χρόα
νηλέϊ
χαλκῷ
.
Αἰνείας
δὲ
πρῶτος
ἀκόντισεν
Ἰδομενῆος
·
ἀλλʼ
ὃ
μὲν
ἄντα
ἰδὼν
ἠλεύατο
χάλκεον
ἔγχος
,
αἰχμὴ
δʼ
Αἰνείαο
κραδαινομένη
κατὰ
γαίης
ᾤχετʼ
,
ἐπεί
ῥʼ
ἅλιον
στιβαρῆς
ἀπὸ
χειρὸς
ὄρουσεν
.
505
Ἰδομενεὺς
δʼ
ἄρα
Οἰνόμαον
βάλε
γαστέρα
μέσσην
,
ῥῆξε
δὲ
θώρηκος
γύαλον
,
διὰ
δʼ
ἔντερα
χαλκὸς
ἤφυσʼ
·
ὃ
δʼ
ἐν
κονίῃσι
πεσὼν
ἕλε
γαῖαν
ἀγοστῷ
.
Ἰδομενεὺς
δʼ
ἐκ
μὲν
νέκυος
δολιχόσκιον
ἔγχος
ἐσπάσατʼ
,
οὐδʼ
ἄρʼ
ἔτʼ
ἄλλα
δυνήσατο
τεύχεα
καλὰ
510
ὤμοιιν
ἀφελέσθαι
·
ἐπείγετο
γὰρ
βελέεσσιν
.
οὐ
γὰρ
ἔτʼ
ἔμπεδα
γυῖα
ποδῶν
ἦν
ὁρμηθέντι
,
οὔτʼ
ἄρʼ
ἐπαΐξαι
μεθʼ
ἑὸν
·
βέλος
οὔτʼ
ἀλέασθαι
.
τώ
ῥα
καὶ
ἐν
σταδίῃ
μὲν
ἀμύνετο
νηλεὲς
ἦμαρ
,
τρέσσαι
δʼ
οὐκ
ἔτι
ῥίμφα
πόδες
φέρον
ἐκ
πολέμοιο
.
515
τοῦ
δὲ
βάδην
ἀπιόντος
ἀκόντισε
δουρὶ
φαεινῷ
Δηΐφοβος
·
δὴ
γάρ
οἱ
ἔχεν
κότον
ἐμμενὲς
αἰεί
.
ἀλλʼ
ὅ
γε
καὶ
τόθʼ
ἅμαρτεν
,
ὃ
δʼ
Ἀσκάλαφον
βάλε
δουρὶ
υἱὸν
Ἐνυαλίοιο
·
διʼ
ὤμου
δʼ
ὄβριμον
ἔγχος
ἔσχεν
·
ὃ
δʼ
ἐν
κονίῃσι
πεσὼν
ἕλε
γαῖαν
ἀγοστῷ
.
520
οὐδʼ
ἄρα
πώ
τι
πέπυστο
βριήπυος
ὄβριμος
Ἄρης
υἷος
ἑοῖο
πεσόντος
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
,
ἀλλʼ
ὅ
γʼ
ἄρʼ
ἄκρῳ
Ὀλύμπῳ
ὑπὸ
χρυσέοισι
νέφεσσιν
ἧστο
Διὸς
βουλῇσιν
ἐελμένος
,
ἔνθά
περ
ἄλλοι
ἀθάνατοι
θεοὶ
ἦσαν
ἐεργόμενοι
πολέμοιο
.
525
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.