τὸν
δʼ
αὖτʼ
Ἀντίλοχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
ἄνσχεο
νῦν
·
πολλὸν
γὰρ
ἔγωγε
νεώτερός
εἰμι
σεῖο
ἄναξ
Μενέλαε
,
σὺ
δὲ
πρότερος
καὶ
ἀρείων
.
οἶσθʼ
οἷαι
νέου
ἀνδρὸς
ὑπερβασίαι
τελέθουσι
·
κραιπνότερος
μὲν
γάρ
τε
νόος
,
λεπτὴ
δέ
τε
μῆτις
.
590
τώ
τοι
ἐπιτλήτω
κραδίη
·
ἵππον
δέ
τοι
αὐτὸς
δώσω
,
τὴν
ἀρόμην
.
εἰ
καί
νύ
κεν
οἴκοθεν
ἄλλο
μεῖζον
ἐπαιτήσειας
,
ἄφαρ
κέ
τοι
αὐτίκα
δοῦναι
βουλοίμην
ἢ
σοί
γε
διοτρεφὲς
ἤματα
πάντα
ἐκ
θυμοῦ
πεσέειν
καὶ
δαίμοσιν
εἶναι
ἀλιτρός
.
595
ἦ
ῥα
καὶ
ἵππον
ἄγων
μεγαθύμου
Νέστορος
υἱὸς
ἐν
χείρεσσι
τίθει
Μενελάου
·
τοῖο
δὲ
θυμὸς
ἰάνθη
ὡς
εἴ
τε
περὶ
σταχύεσσιν
ἐέρση
ληΐου
ἀλδήσκοντος
,
ὅτε
φρίσσουσιν
ἄρουραι
·
ὣς
ἄρα
σοὶ
Μενέλαε
μετὰ
φρεσὶ
θυμὸς
ἰάνθη
.
600
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἀντίλοχε
νῦν
μέν
τοι
ἐγὼν
ὑποείξομαι
αὐτὸς
χωόμενος
,
ἐπεὶ
οὔ
τι
παρήορος
οὐδʼ
ἀεσίφρων
ἦσθα
πάρος
·
νῦν
αὖτε
νόον
νίκησε
νεοίη
.
δεύτερον
αὖτʼ
ἀλέασθαι
ἀμείνονας
ἠπεροπεύειν
.
605
οὐ
γάρ
κέν
με
τάχʼ
ἄλλος
ἀνὴρ
παρέπεισεν
Ἀχαιῶν
.
ἀλλὰ
σὺ
γὰρ
δὴ
πολλὰ
πάθες
καὶ
πολλὰ
μόγησας
σός
τε
πατὴρ
ἀγαθὸς
καὶ
ἀδελφεὸς
εἵνεκʼ
ἐμεῖο
·
τώ
τοι
λισσομένῳ
ἐπιπείσομαι
,
ἠδὲ
καὶ
ἵππον
δώσω
ἐμήν
περ
ἐοῦσαν
,
ἵνα
γνώωσι
καὶ
οἵδε
610
ὡς
ἐμὸς
οὔ
ποτε
θυμὸς
ὑπερφίαλος
καὶ
ἀπηνής
.
ἦ
ῥα
,
καὶ
Ἀντιλόχοιο
Νοήμονι
δῶκεν
ἑταίρῳ
ἵππον
ἄγειν
·
ὃ
δʼ
ἔπειτα
λέβηθʼ
ἕλε
παμφανόωντα
.
Μηριόνης
δʼ
ἀνάειρε
δύω
χρυσοῖο
τάλαντα
τέτρατος
,
ὡς
ἔλασεν
.
πέμπτον
δʼ
ὑπελείπετʼ
ἄεθλον
,
615
ἀμφίθετος
φιάλη
·
τὴν
Νέστορι
δῶκεν
Ἀχιλλεὺς
Ἀργείων
ἀνʼ
ἀγῶνα
φέρων
,
καὶ
ἔειπε
παραστάς
·
τῆ
νῦν
,
καὶ
σοὶ
τοῦτο
γέρον
κειμήλιον
ἔστω
Πατρόκλοιο
τάφου
μνῆμʼ
ἔμμεναι
·
οὐ
γὰρ
ἔτʼ
αὐτὸν
ὄψῃ
ἐν
Ἀργείοισι
·
δίδωμι
δέ
τοι
τόδʼ
ἄεθλον
620
αὔτως
·
οὐ
γὰρ
πύξ
γε
μαχήσεαι
,
οὐδὲ
παλαίσεις
,
οὐδʼ
ἔτʼ
ἀκοντιστὺν
ἐσδύσεαι
,
οὐδὲ
πόδεσσι
θεύσεαι
·
ἤδη
γὰρ
χαλεπὸν
κατὰ
γῆρας
ἐπείγει
.
ὣς
εἰπὼν
ἐν
χερσὶ
τίθει
·
ὃ
δʼ
ἐδέξατο
χαίρων
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
625
ναὶ
δὴ
ταῦτά
γε
πάντα
τέκος
κατὰ
μοῖραν
ἔειπες
·
οὐ
γὰρ
ἔτʼ
ἔμπεδα
γυῖα
φίλος
πόδες
,
οὐδέ
τι
χεῖρες
ὤμων
ἀμφοτέρωθεν
ἐπαΐσσονται
ἐλαφραί
.
εἴθʼ
ὣς
ἡβώοιμι
βίη
τέ
μοι
ἔμπεδος
εἴη
ὡς
ὁπότε
κρείοντʼ
Ἀμαρυγκέα
θάπτον
Ἐπειοὶ
630
Βουπρασίῳ
,
παῖδες
δʼ
ἔθεσαν
βασιλῆος
ἄεθλα
·
ἔνθʼ
οὔ
τίς
μοι
ὁμοῖος
ἀνὴρ
γένετʼ
,
οὔτʼ
ἄρʼ
Ἐπειῶν
οὔτʼ
αὐτῶν
Πυλίων
οὔτʼ
Αἰτωλῶν
μεγαθύμων
.
πὺξ
μὲν
ἐνίκησα
Κλυτομήδεα
Ἤνοπος
υἱόν
,
Ἀγκαῖον
δὲ
πάλῃ
Πλευρώνιον
,
ὅς
μοι
ἀνέστη
·
635
Ἴφικλον
δὲ
πόδεσσι
παρέδραμον
ἐσθλὸν
ἐόντα
,
δουρὶ
δʼ
ὑπειρέβαλον
Φυλῆά
τε
καὶ
Πολύδωρον
.
οἴοισίν
μʼ
ἵπποισι
παρήλασαν
Ἀκτορίωνε
πλήθει
πρόσθε
βαλόντες
ἀγασσάμενοι
περὶ
νίκης
,
οὕνεκα
δὴ
τὰ
μέγιστα
παρʼ
αὐτόθι
λείπετʼ
ἄεθλα
.
640
οἳ
δʼ
ἄρʼ
ἔσαν
δίδυμοι
·
ὃ
μὲν
ἔμπεδον
ἡνιόχευεν
,
ἔμπεδον
ἡνιόχευʼ
,
ὃ
δʼ
ἄρα
μάστιγι
κέλευεν
.
ὥς
ποτʼ
ἔον
·
νῦν
αὖτε
νεώτεροι
ἀντιοώντων
ἔργων
τοιούτων
·
ἐμὲ
δὲ
χρὴ
γήραϊ
λυγρῷ
πείθεσθαι
,
τότε
δʼ
αὖτε
μετέπρεπον
ἡρώεσσιν
.
645
ἀλλʼ
ἴθι
καὶ
σὸν
ἑταῖρον
ἀέθλοισι
κτερέϊζε
.
τοῦτο
δʼ
ἐγὼ
πρόφρων
δέχομαι
,
χαίρει
δέ
μοι
ἦτορ
,
ὥς
μευ
ἀεὶ
μέμνησαι
ἐνηέος
,
οὐδέ
σε
λήθω
,
τιμῆς
ἧς
τέ
μʼ
ἔοικε
τετιμῆσθαι
μετʼ
Ἀχαιοῖς
.
σοὶ
δὲ
θεοὶ
τῶνδʼ
ἀντὶ
χάριν
μενοεικέα
δοῖεν
.
650
ὣς
φάτο
,
Πηλεΐδης
δὲ
πολὺν
καθʼ
ὅμιλον
Ἀχαιῶν
ᾤχετʼ
,
ἐπεὶ
πάντʼ
αἶνον
ἐπέκλυε
Νηλεΐδαο
.
αὐτὰρ
ὃ
πυγμαχίης
ἀλεγεινῆς
θῆκεν
ἄεθλα
·
ἡμίονον
ταλαεργὸν
ἄγων
κατέδησʼ
ἐν
ἀγῶνι
ἑξέτεʼ
ἀδμήτην
,
ἥ
τʼ
ἀλγίστη
δαμάσασθαι
·
655
τῷ
δʼ
ἄρα
νικηθέντι
τίθει
δέπας
ἀμφικύπελλον
.
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
Ἀτρεΐδη
τε
καὶ
ἄλλοι
ἐϋκνήμιδες
Ἀχαιοὶ
ἄνδρε
δύω
περὶ
τῶνδε
κελεύομεν
,
ὥ
περ
ἀρίστω
,
πὺξ
μάλʼ
ἀνασχομένω
πεπληγέμεν
·
ᾧ
δέ
κʼ
Ἀπόλλων
660
δώῃ
καμμονίην
,
γνώωσι
δὲ
πάντες
Ἀχαιοί
,
ἡμίονον
ταλαεργὸν
ἄγων
κλισίην
δὲ
νεέσθω
·
αὐτὰρ
ὃ
νικηθεὶς
δέπας
οἴσεται
ἀμφικύπελλον
.
ὣς
ἔφατʼ
,
ὄρνυτο
δʼ
αὐτίκʼ
ἀνὴρ
ἠΰς
τε
μέγας
τε
εἰδὼς
πυγμαχίης
υἱὸς
Πανοπῆος
Ἐπειός
,
665
ἅψατο
δʼ
ἡμιόνου
ταλαεργοῦ
φώνησέν
τε
·
ἆσσον
ἴτω
ὅς
τις
δέπας
οἴσεται
ἀμφικύπελλον
·
ἡμίονον
δʼ
οὔ
φημί
τινʼ
ἀξέμεν
ἄλλον
Ἀχαιῶν
πυγμῇ
νικήσαντʼ
,
ἐπεὶ
εὔχομαι
εἶναι
ἄριστος
.
ἦ
οὐχ
ἅλις
ὅττι
μάχης
ἐπιδεύομαι
;
οὐδʼ
ἄρα
πως
ἦν
670
ἐν
πάντεσσʼ
ἔργοισι
δαήμονα
φῶτα
γενέσθαι
.
ὧδε
γὰρ
ἐξερέω
,
τὸ
δὲ
καὶ
τετελεσμένον
ἔσται
·
ἀντικρὺ
χρόα
τε
ῥήξω
σύν
τʼ
ὀστέʼ
ἀράξω
.
κηδεμόνες
δέ
οἱ
ἐνθάδʼ
ἀολλέες
αὖθι
μενόντων
,
οἵ
κέ
μιν
ἐξοίσουσιν
ἐμῇς
ὑπὸ
χερσὶ
δαμέντα
.
675
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
Εὐρύαλος
δέ
οἱ
οἶος
ἀνίστατο
ἰσόθεος
φὼς
Μηκιστῆος
υἱὸς
Ταλαϊονίδαο
ἄνακτος
,
ὅς
ποτε
Θήβας
δʼ
ἦλθε
δεδουπότος
Οἰδιπόδαο
ἐς
τάφον
·
ἔνθα
δὲ
πάντας
ἐνίκα
Καδμείωνας
.
680
τὸν
μὲν
Τυδεΐδης
δουρὶ
κλυτὸς
ἀμφεπονεῖτο
θαρσύνων
ἔπεσιν
,
μέγα
δʼ
αὐτῷ
βούλετο
νίκην
.
ζῶμα
δέ
οἱ
πρῶτον
παρακάββαλεν
,
αὐτὰρ
ἔπειτα
δῶκεν
ἱμάντας
ἐϋτμήτους
βοὸς
ἀγραύλοιο
.
τὼ
δὲ
ζωσαμένω
βήτην
ἐς
μέσσον
ἀγῶνα
,
685
ἄντα
δʼ
ἀνασχομένω
χερσὶ
στιβαρῇσιν
ἅμʼ
ἄμφω
σύν
ῥʼ
ἔπεσον
,
σὺν
δέ
σφι
βαρεῖαι
χεῖρες
ἔμιχθεν
.
δεινὸς
δὲ
χρόμαδος
γενύων
γένετʼ
,
ἔρρεε
δʼ
ἱδρὼς
πάντοθεν
ἐκ
μελέων
·
ἐπὶ
δʼ
ὄρνυτο
δῖος
Ἐπειός
,
κόψε
δὲ
παπτήναντα
παρήϊον
·
οὐδʼ
ἄρʼ
ἔτι
δὴν
690
ἑστήκειν
·
αὐτοῦ
γὰρ
ὑπήριπε
φαίδιμα
γυῖα
.
ὡς
δʼ
ὅθʼ
ὑπὸ
φρικὸς
Βορέω
ἀναπάλλεται
ἰχθὺς
θίνʼ
ἐν
φυκιόεντι
,
μέλαν
δέ
ἑ
κῦμα
κάλυψεν
,
ὣς
πληγεὶς
ἀνέπαλτʼ
·
αὐτὰρ
μεγάθυμος
Ἐπειὸς
χερσὶ
λαβὼν
ὤρθωσε
·
φίλοι
δʼ
ἀμφέσταν
ἑταῖροι
,
695
οἵ
μιν
ἄγον
διʼ
ἀγῶνος
ἐφελκομένοισι
πόδεσσιν
αἷμα
παχὺ
πτύοντα
κάρη
βάλλονθʼ
ἑτέρωσε
·
κὰδ
δʼ
ἀλλοφρονέοντα
μετὰ
σφίσιν
εἷσαν
ἄγοντες
,
αὐτοὶ
δʼ
οἰχόμενοι
κόμισαν
δέπας
ἀμφικύπελλον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.