αὐτὰρ
ἐπεὶ
κόσμηθεν
ἅμʼ
ἡγεμόνεσσιν
ἕκαστοι
,
1
Τρῶες
μὲν
κλαγγῇ
τʼ
ἐνοπῇ
τʼ
ἴσαν
ὄρνιθες
ὣς
ἠΰτε
περ
κλαγγὴ
γεράνων
πέλει
οὐρανόθι
πρό
·
αἵ
τʼ
ἐπεὶ
οὖν
χειμῶνα
φύγον
καὶ
ἀθέσφατον
ὄμβρον
κλαγγῇ
ταί
γε
πέτονται
ἐπʼ
ὠκεανοῖο
ῥοάων
5
ἀνδράσι
Πυγμαίοισι
φόνον
καὶ
κῆρα
φέρουσαι
·
ἠέριαι
δʼ
ἄρα
ταί
γε
κακὴν
ἔριδα
προφέρονται
.
οἳ
δʼ
ἄρʼ
ἴσαν
σιγῇ
μένεα
πνείοντες
Ἀχαιοὶ
ἐν
θυμῷ
μεμαῶτες
ἀλεξέμεν
ἀλλήλοισιν
.
εὖτʼ
ὄρεος
κορυφῇσι
Νότος
κατέχευεν
ὀμίχλην
10
ποιμέσιν
οὔ
τι
φίλην
,
κλέπτῃ
δέ
τε
νυκτὸς
ἀμείνω
,
τόσσόν
τίς
τʼ
ἐπιλεύσσει
ὅσον
τʼ
ἐπὶ
λᾶαν
ἵησιν
·
ὣς
ἄρα
τῶν
ὑπὸ
ποσσὶ
κονίσαλος
ὄρνυτʼ
ἀελλὴς
ἐρχομένων
·
μάλα
δʼ
ὦκα
διέπρησσον
πεδίοιο
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
15
Τρωσὶν
μὲν
προμάχιζεν
Ἀλέξανδρος
θεοειδὴς
παρδαλέην
ὤμοισιν
ἔχων
καὶ
καμπύλα
τόξα
καὶ
ξίφος
·
αὐτὰρ
δοῦρε
δύω
κεκορυθμένα
χαλκῷ
πάλλων
Ἀργείων
προκαλίζετο
πάντας
ἀρίστους
ἀντίβιον
μαχέσασθαι
ἐν
αἰνῇ
δηϊοτῆτι
.
20
τὸν
δʼ
ὡς
οὖν
ἐνόησεν
ἀρηΐφιλος
Μενέλαος
ἐρχόμενον
προπάροιθεν
ὁμίλου
μακρὰ
βιβάντα
,
ὥς
τε
λέων
ἐχάρη
μεγάλῳ
ἐπὶ
σώματι
κύρσας
εὑρὼν
ἢ
ἔλαφον
κεραὸν
ἢ
ἄγριον
αἶγα
πεινάων
·
μάλα
γάρ
τε
κατεσθίει
,
εἴ
περ
ἂν
αὐτὸν
25
σεύωνται
ταχέες
τε
κύνες
θαλεροί
τʼ
αἰζηοί
·
ὣς
ἐχάρη
Μενέλαος
Ἀλέξανδρον
θεοειδέα
ὀφθαλμοῖσιν
ἰδών
·
φάτο
γὰρ
τίσεσθαι
ἀλείτην
·
αὐτίκα
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
.
τὸν
δʼ
ὡς
οὖν
ἐνόησεν
Ἀλέξανδρος
θεοειδὴς
30
ἐν
προμάχοισι
φανέντα
,
κατεπλήγη
φίλον
ἦτορ
,
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
κῆρʼ
ἀλεείνων
.
ὡς
δʼ
ὅτε
τίς
τε
δράκοντα
ἰδὼν
παλίνορσος
ἀπέστη
οὔρεος
ἐν
βήσσῃς
,
ὑπό
τε
τρόμος
ἔλλαβε
γυῖα
,
ἂψ
δʼ
ἀνεχώρησεν
,
ὦχρός
τέ
μιν
εἷλε
παρειάς
,
35
ὣς
αὖτις
καθʼ
ὅμιλον
ἔδυ
Τρώων
ἀγερώχων
δείσας
Ἀτρέος
υἱὸν
Ἀλέξανδρος
θεοειδής
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.