τὸν
δʼ
ὡς
οὖν
ἐνόησε
Κόων
ἀριδείκετος
ἀνδρῶν
πρεσβυγενὴς
Ἀντηνορίδης
,
κρατερόν
ῥά
ἑ
πένθος
ὀφθαλμοὺς
ἐκάλυψε
κασιγνήτοιο
πεσόντος
.
250
στῆ
δʼ
εὐρὰξ
σὺν
δουρὶ
λαθὼν
Ἀγαμέμνονα
δῖον
,
νύξε
δέ
μιν
κατὰ
χεῖρα
μέσην
ἀγκῶνος
ἔνερθε
,
ἀντικρὺ
δὲ
διέσχε
φαεινοῦ
δουρὸς
ἀκωκή
.
ῥίγησέν
τʼ
ἄρʼ
ἔπειτα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ἀλλʼ
οὐδʼ
ὧς
ἀπέληγε
μάχης
ἠδὲ
πτολέμοιο
,
255
ἀλλʼ
ἐπόρουσε
Κόωνι
ἔχων
ἀνεμοτρεφὲς
ἔγχος
.
ἤτοι
ὃ
Ἰφιδάμαντα
κασίγνητον
καὶ
ὄπατρον
ἕλκε
ποδὸς
μεμαώς
,
καὶ
ἀΰτει
πάντας
ἀρίστους
·
τὸν
δʼ
ἕλκοντʼ
ἀνʼ
ὅμιλον
ὑπʼ
ἀσπίδος
ὀμφαλοέσσης
οὔτησε
ξυστῷ
χαλκήρεϊ
,
λῦσε
δὲ
γυῖα
·
260
τοῖο
δʼ
ἐπʼ
Ἰφιδάμαντι
κάρη
ἀπέκοψε
παραστάς
.
ἔνθʼ
Ἀντήνορος
υἷες
ὑπʼ
Ἀτρεΐδῃ
βασιλῆϊ
πότμον
ἀναπλήσαντες
ἔδυν
δόμον
Ἄϊδος
εἴσω
.
αὐτὰρ
ὃ
τῶν
ἄλλων
ἐπεπωλεῖτο
στίχας
ἀνδρῶν
ἔγχεΐ
τʼ
ἄορί
τε
μεγάλοισί
τε
χερμαδίοισιν
,
265
ὄφρά
οἱ
αἷμʼ
ἔτι
θερμὸν
ἀνήνοθεν
ἐξ
ὠτειλῆς
.
αὐτὰρ
ἐπεὶ
τὸ
μὲν
ἕλκος
ἐτέρσετο
,
παύσατο
δʼ
αἷμα
,
ὀξεῖαι
δʼ
ὀδύναι
δῦνον
μένος
Ἀτρεΐδαο
.
ὡς
δʼ
ὅτʼ
ἂν
ὠδίνουσαν
ἔχῃ
βέλος
ὀξὺ
γυναῖκα
δριμύ
,
τό
τε
προϊεῖσι
μογοστόκοι
Εἰλείθυιαι
270
Ἥρης
θυγατέρες
πικρὰς
ὠδῖνας
ἔχουσαι
,
ὣς
ὀξεῖʼ
ὀδύναι
δῦνον
μένος
Ἀτρεΐδαο
.
ἐς
δίφρον
δʼ
ἀνόρουσε
,
καὶ
ἡνιόχῳ
ἐπέτελλε
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐλαυνέμεν
·
ἤχθετο
γὰρ
κῆρ
.
ἤϋσεν
δὲ
διαπρύσιον
Δαναοῖσι
γεγωνώς
·
275
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
ὑμεῖς
μὲν
νῦν
νηυσὶν
ἀμύνετε
ποντοπόροισι
φύλοπιν
ἀργαλέην
,
ἐπεὶ
οὐκ
ἐμὲ
μητίετα
Ζεὺς
εἴασε
Τρώεσσι
πανημέριον
πολεμίζειν
.
ὣς
ἔφαθʼ
,
ἡνίοχος
δʼ
ἵμασεν
καλλίτριχας
ἵππους
280
νῆας
ἔπι
γλαφυράς
·
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
·
ἄφρεον
δὲ
στήθεα
,
ῥαίνοντο
δὲ
νέρθε
κονίῃ
τειρόμενον
βασιλῆα
μάχης
ἀπάνευθε
φέροντες
.
Ἕκτωρ
δʼ
ὡς
ἐνόησʼ
Ἀγαμέμνονα
νόσφι
κιόντα
Τρωσί
τε
καὶ
Λυκίοισιν
ἐκέκλετο
μακρὸν
ἀΰσας
·
285
Τρῶες
καὶ
Λύκιοι
καὶ
Δάρδανοι
ἀγχιμαχηταὶ
ἀνέρες
ἔστε
φίλοι
,
μνήσασθε
δὲ
θούριδος
ἀλκῆς
.
οἴχετʼ
ἀνὴρ
ὤριστος
,
ἐμοὶ
δὲ
μέγʼ
εὖχος
ἔδωκε
Ζεὺς
Κρονίδης
·
ἀλλʼ
ἰθὺς
ἐλαύνετε
μώνυχας
ἵππους
ἰφθίμων
Δαναῶν
,
ἵνʼ
ὑπέρτερον
εὖχος
ἄρησθε
.
290
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
ὡς
δʼ
ὅτε
πού
τις
θηρητὴρ
κύνας
ἀργιόδοντας
σεύῃ
ἐπʼ
ἀγροτέρῳ
συῒ
καπρίῳ
ἠὲ
λέοντι
,
ὣς
ἐπʼ
Ἀχαιοῖσιν
σεῦε
Τρῶας
μεγαθύμους
Ἕκτωρ
Πριαμίδης
βροτολοιγῷ
ἶσος
Ἄρηϊ
.
295
αὐτὸς
δʼ
ἐν
πρώτοισι
μέγα
φρονέων
ἐβεβήκει
,
ἐν
δʼ
ἔπεσʼ
ὑσμίνῃ
ὑπεραέϊ
ἶσος
ἀέλλῃ
,
ἥ
τε
καθαλλομένη
ἰοειδέα
πόντον
ὀρίνει
.
ἔνθα
τίνα
πρῶτον
,
τίνα
δʼ
ὕστατον
ἐξενάριξεν
Ἕκτωρ
Πριαμίδης
,
ὅτε
οἱ
Ζεὺς
κῦδος
ἔδωκεν
;
300
Ἀσαῖον
μὲν
πρῶτα
καὶ
Αὐτόνοον
καὶ
Ὀπίτην
καὶ
Δόλοπα
Κλυτίδην
καὶ
Ὀφέλτιον
ἠδʼ
Ἀγέλαον
Αἴσυμνόν
τʼ
Ὦρόν
τε
καὶ
Ἱππόνοον
μενεχάρμην
.
τοὺς
ἄρʼ
ὅ
γʼ
ἡγεμόνας
Δαναῶν
ἕλεν
,
αὐτὰρ
ἔπειτα
πληθύν
,
ὡς
ὁπότε
νέφεα
Ζέφυρος
στυφελίξῃ
305
ἀργεστᾶο
Νότοιο
βαθείῃ
λαίλαπι
τύπτων
·
πολλὸν
δὲ
τρόφι
κῦμα
κυλίνδεται
,
ὑψόσε
δʼ
ἄχνη
σκίδναται
ἐξ
ἀνέμοιο
πολυπλάγκτοιο
ἰωῆς
·
ὣς
ἄρα
πυκνὰ
καρήαθʼ
ὑφʼ
Ἕκτορι
δάμνατο
λαῶν
.
ἔνθά
κε
λοιγὸς
ἔην
καὶ
ἀμήχανα
ἔργα
γένοντο
,
310
καί
νύ
κεν
ἐν
νήεσσι
πέσον
φεύγοντες
Ἀχαιοί
,
εἰ
μὴ
Τυδεΐδῃ
Διομήδεϊ
κέκλετʼ
Ὀδυσσεύς
·
Τυδεΐδη
τί
παθόντε
λελάσμεθα
θούριδος
ἀλκῆς
;
ἀλλʼ
ἄγε
δεῦρο
πέπον
,
παρʼ
ἔμʼ
ἵσταο
·
δὴ
γὰρ
ἔλεγχος
ἔσσεται
εἴ
κεν
νῆας
ἕλῃ
κορυθαίολος
Ἕκτωρ
.
315
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρατερὸς
Διομήδης
·
ἤτοι
ἐγὼ
μενέω
καὶ
τλήσομαι
·
ἀλλὰ
μίνυνθα
ἡμέων
ἔσσεται
ἦδος
,
ἐπεὶ
νεφεληγερέτα
Ζεὺς
Τρωσὶν
δὴ
βόλεται
δοῦναι
κράτος
ἠέ
περ
ἡμῖν
.
ἦ
καὶ
Θυμβραῖον
μὲν
ἀφʼ
ἵππων
ὦσε
χαμᾶζε
320
δουρὶ
βαλὼν
κατὰ
μαζὸν
ἀριστερόν
·
αὐτὰρ
Ὀδυσσεὺς
ἀντίθεον
θεράποντα
Μολίονα
τοῖο
ἄνακτος
.
τοὺς
μὲν
ἔπειτʼ
εἴασαν
,
ἐπεὶ
πολέμου
ἀπέπαυσαν
·
τὼ
δʼ
ἀνʼ
ὅμιλον
ἰόντε
κυδοίμεον
,
ὡς
ὅτε
κάπρω
ἐν
κυσὶ
θηρευτῇσι
μέγα
φρονέοντε
πέσητον
·
325
ὣς
ὄλεκον
Τρῶας
πάλιν
ὀρμένω
·
αὐτὰρ
Ἀχαιοὶ
ἀσπασίως
φεύγοντες
ἀνέπνεον
Ἕκτορα
δῖον
.
ἔνθʼ
ἑλέτην
δίφρόν
τε
καὶ
ἀνέρε
δήμου
ἀρίστω
υἷε
δύω
Μέροπος
Περκωσίου
,
ὃς
περὶ
πάντων
ᾔδεε
μαντοσύνας
,
οὐδὲ
οὓς
παῖδας
ἔασκε
330
στείχειν
ἐς
πόλεμον
φθισήνορα
·
τὼ
δέ
οἱ
οὔ
τι
πειθέσθην
·
κῆρες
γὰρ
ἄγον
μέλανος
θανάτοιο
.
τοὺς
μὲν
Τυδεΐδης
δουρικλειτὸς
Διομήδης
θυμοῦ
καὶ
ψυχῆς
κεκαδὼν
κλυτὰ
τεύχεʼ
ἀπηύρα
·
Ἱππόδαμον
δʼ
Ὀδυσεὺς
καὶ
Ὑπείροχον
ἐξενάριξεν
.
335
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.