ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
,
καὶ
βάλεν
Ἀρήτοιο
κατʼ
ἀσπίδα
πάντοσʼ
ἐΐσην
·
ἣ
δʼ
οὐκ
ἔγχος
ἔρυτο
,
διὰ
πρὸ
δὲ
εἴσατο
χαλκός
,
νειαίρῃ
δʼ
ἐν
γαστρὶ
διὰ
ζωστῆρος
ἔλασσεν
.
ὡς
δʼ
ὅτʼ
ἂν
ὀξὺν
ἔχων
πέλεκυν
αἰζήϊος
ἀνὴρ
520
κόψας
ἐξόπιθεν
κεράων
βοὸς
ἀγραύλοιο
ἶνα
τάμῃ
διὰ
πᾶσαν
,
ὃ
δὲ
προθορὼν
ἐρίπῃσιν
,
ὣς
ἄρʼ
ὅ
γε
προθορὼν
πέσεν
ὕπτιος
·
ἐν
δέ
οἱ
ἔγχος
νηδυίοισι
μάλʼ
ὀξὺ
κραδαινόμενον
λύε
γυῖα
.
Ἕκτωρ
δʼ
Αὐτομέδοντος
ἀκόντισε
δουρὶ
φαεινῷ
·
525
ἀλλʼ
ὃ
μὲν
ἄντα
ἰδὼν
ἠλεύατο
χάλκεον
ἔγχος
·
πρόσσω
γὰρ
κατέκυψε
,
τὸ
δʼ
ἐξόπιθεν
δόρυ
μακρὸν
οὔδει
ἐνισκίμφθη
,
ἐπὶ
δʼ
οὐρίαχος
πελεμίχθη
ἔγχεος
·
ἔνθα
δʼ
ἔπειτʼ
ἀφίει
μένος
ὄβριμος
Ἄρης
.
καί
νύ
κε
δὴ
ξιφέεσσʼ
αὐτοσχεδὸν
ὁρμηθήτην
530
εἰ
μή
σφωʼ
Αἴαντε
διέκριναν
μεμαῶτε
,
οἵ
ῥʼ
ἦλθον
καθʼ
ὅμιλον
ἑταίρου
κικλήσκοντος
·
τοὺς
ὑποταρβήσαντες
ἐχώρησαν
πάλιν
αὖτις
Ἕκτωρ
Αἰνείας
τʼ
ἠδὲ
Χρομίος
θεοειδής
,
Ἄρητον
δὲ
κατʼ
αὖθι
λίπον
δεδαϊγμένον
ἦτορ
535
κείμενον
·
Αὐτομέδων
δὲ
θοῷ
ἀτάλαντος
Ἄρηϊ
τεύχεά
τʼ
ἐξενάριξε
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
ἦ
δὴ
μὰν
ὀλίγον
γε
Μενοιτιάδαο
θανόντος
κῆρ
ἄχεος
μεθέηκα
χερείονά
περ
καταπέφνων
.
ὣς
εἰπὼν
ἐς
δίφρον
ἑλὼν
ἔναρα
βροτόεντα
540
θῆκʼ
,
ἂν
δʼ
αὐτὸς
ἔβαινε
πόδας
καὶ
χεῖρας
ὕπερθεν
αἱματόεις
ὥς
τίς
τε
λέων
κατὰ
ταῦρον
ἐδηδώς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.