τὸν
δʼ
αὖτε
προσέειπεν
Ἀλέξανδρος
θεοειδής
·
Ἕκτορ
ἐπεί
με
κατʼ
αἶσαν
ἐνείκεσας
οὐδʼ
ὑπὲρ
αἶσαν
,
τοὔνεκά
τοι
ἐρέω
·
σὺ
δὲ
σύνθεο
καί
μευ
ἄκουσον
·
οὔ
τοι
ἐγὼ
Τρώων
τόσσον
χόλῳ
οὐδὲ
νεμέσσι
335
ἥμην
ἐν
θαλάμῳ
,
ἔθελον
δʼ
ἄχεϊ
προτραπέσθαι
.
νῦν
δέ
με
παρειποῦσʼ
ἄλοχος
μαλακοῖς
ἐπέεσσιν
ὅρμησʼ
ἐς
πόλεμον
·
δοκέει
δέ
μοι
ὧδε
καὶ
αὐτῷ
λώϊον
ἔσσεσθαι
·
νίκη
δʼ
ἐπαμείβεται
ἄνδρας
.
ἀλλʼ
ἄγε
νῦν
ἐπίμεινον
,
Ἀρήϊα
τεύχεα
δύω
·
340
ἢ
ἴθʼ
,
ἐγὼ
δὲ
μέτειμι
·
κιχήσεσθαι
δέ
σʼ
ὀΐω
.
ὣς
φάτο
,
τὸν
δʼ
οὔ
τι
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
τὸν
δʼ
Ἑλένη
μύθοισι
προσηύδα
μειλιχίοισι
·
δᾶερ
ἐμεῖο
κυνὸς
κακομηχάνου
ὀκρυοέσσης
,
ὥς
μʼ
ὄφελʼ
ἤματι
τῷ
ὅτε
με
πρῶτον
τέκε
μήτηρ
345
οἴχεσθαι
προφέρουσα
κακὴ
ἀνέμοιο
θύελλα
εἰς
ὄρος
ἢ
εἰς
κῦμα
πολυφλοίσβοιο
θαλάσσης
,
ἔνθά
με
κῦμʼ
ἀπόερσε
πάρος
τάδε
ἔργα
γενέσθαι
.
αὐτὰρ
ἐπεὶ
τάδε
γʼ
ὧδε
θεοὶ
κακὰ
τεκμήραντο
,
ἀνδρὸς
ἔπειτʼ
ὤφελλον
ἀμείνονος
εἶναι
ἄκοιτις
,
350
ὃς
ᾔδη
νέμεσίν
τε
καὶ
αἴσχεα
πόλλʼ
ἀνθρώπων
.
τούτῳ
δʼ
οὔτʼ
ἂρ
νῦν
φρένες
ἔμπεδοι
οὔτʼ
ἄρʼ
ὀπίσσω
ἔσσονται
·
τὼ
καί
μιν
ἐπαυρήσεσθαι
ὀΐω
.
ἀλλʼ
ἄγε
νῦν
εἴσελθε
καὶ
ἕζεο
τῷδʼ
ἐπὶ
δίφρῳ
δᾶερ
,
ἐπεί
σε
μάλιστα
πόνος
φρένας
ἀμφιβέβηκεν
355
εἵνεκʼ
ἐμεῖο
κυνὸς
καὶ
Ἀλεξάνδρου
ἕνεκʼ
ἄτης
,
οἷσιν
ἐπὶ
Ζεὺς
θῆκε
κακὸν
μόρον
,
ὡς
καὶ
ὀπίσσω
ἀνθρώποισι
πελώμεθʼ
ἀοίδιμοι
ἐσσομένοισι
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
μέγας
κορυθαίολος
Ἕκτωρ
μή
με
κάθιζʼ
Ἑλένη
φιλέουσά
περ
·
οὐδέ
με
πείσεις
·
360
ἤδη
γάρ
μοι
θυμὸς
ἐπέσσυται
ὄφρʼ
ἐπαμύνω
Τρώεσσʼ
,
οἳ
μέγʼ
ἐμεῖο
ποθὴν
ἀπεόντος
ἔχουσιν
.
ἀλλὰ
σύ
γʼ
ὄρνυθι
τοῦτον
,
ἐπειγέσθω
δὲ
καὶ
αὐτός
,
ὥς
κεν
ἔμʼ
ἔντοσθεν
πόλιος
καταμάρψῃ
ἐόντα
.
καὶ
γὰρ
ἐγὼν
οἶκον
δὲ
ἐλεύσομαι
ὄφρα
ἴδωμαι
365
οἰκῆας
ἄλοχόν
τε
φίλην
καὶ
νήπιον
υἱόν
.
οὐ
γὰρ
οἶδʼ
εἰ
ἔτι
σφιν
ὑπότροπος
ἵξομαι
αὖτις
,
ἦ
ἤδη
μʼ
ὑπὸ
χερσὶ
θεοὶ
δαμόωσιν
Ἀχαιῶν
.
ὣς
ἄρα
φωνήσας
ἀπέβη
κορυθαίολος
Ἕκτωρ
·
αἶψα
δʼ
ἔπειθʼ
ἵκανε
δόμους
εὖ
ναιετάοντας
,
370
οὐδʼ
εὗρʼ
Ἀνδρομάχην
λευκώλενον
ἐν
μεγάροισιν
,
ἀλλʼ
ἥ
γε
ξὺν
παιδὶ
καὶ
ἀμφιπόλῳ
ἐϋπέπλῳ
πύργῳ
ἐφεστήκει
γοόωσά
τε
μυρομένη
τε
.
Ἕκτωρ
δʼ
ὡς
οὐκ
ἔνδον
ἀμύμονα
τέτμεν
ἄκοιτιν
ἔστη
ἐπʼ
οὐδὸν
ἰών
,
μετὰ
δὲ
δμῳῇσιν
ἔειπεν
·
375
εἰ
δʼ
ἄγε
μοι
δμῳαὶ
νημερτέα
μυθήσασθε
·
πῇ
ἔβη
Ἀνδρομάχη
λευκώλενος
ἐκ
μεγάροιο
;
ἠέ
πῃ
ἐς
γαλόων
ἢ
εἰνατέρων
ἐϋπέπλων
ἢ
ἐς
Ἀθηναίης
ἐξοίχεται
,
ἔνθά
περ
ἄλλαι
Τρῳαὶ
ἐϋπλόκαμοι
δεινὴν
θεὸν
ἱλάσκονται
;
380
τὸν
δʼ
αὖτʼ
ὀτρηρὴ
ταμίη
πρὸς
μῦθον
ἔειπεν
·
Ἕκτορ
ἐπεὶ
μάλʼ
ἄνωγας
ἀληθέα
μυθήσασθαι
,
οὔτέ
πῃ
ἐς
γαλόων
οὔτʼ
εἰνατέρων
ἐϋπέπλων
οὔτʼ
ἐς
Ἀθηναίης
ἐξοίχεται
,
ἔνθά
περ
ἄλλαι
Τρῳαὶ
ἐϋπλόκαμοι
δεινὴν
θεὸν
ἱλάσκονται
,
385
ἀλλʼ
ἐπὶ
πύργον
ἔβη
μέγαν
Ἰλίου
,
οὕνεκʼ
ἄκουσε
τείρεσθαι
Τρῶας
,
μέγα
δὲ
κράτος
εἶναι
Ἀχαιῶν
.
ἣ
μὲν
δὴ
πρὸς
τεῖχος
ἐπειγομένη
ἀφικάνει
μαινομένῃ
ἐϊκυῖα
·
φέρει
δʼ
ἅμα
παῖδα
τιθήνη
.
ἦ
ῥα
γυνὴ
ταμίη
,
ὃ
δʼ
ἀπέσσυτο
δώματος
Ἕκτωρ
390
τὴν
αὐτὴν
ὁδὸν
αὖτις
ἐϋκτιμένας
κατʼ
ἀγυιάς
.
εὖτε
πύλας
ἵκανε
διερχόμενος
μέγα
ἄστυ
Σκαιάς
,
τῇ
ἄρʼ
ἔμελλε
διεξίμεναι
πεδίον
δέ
,
ἔνθʼ
ἄλοχος
πολύδωρος
ἐναντίη
ἦλθε
θέουσα
Ἀνδρομάχη
θυγάτηρ
μεγαλήτορος
Ἠετίωνος
395
Ἠετίων
ὃς
ἔναιεν
ὑπὸ
Πλάκῳ
ὑληέσσῃ
Θήβῃ
Ὑποπλακίῃ
Κιλίκεσσʼ
ἄνδρεσσιν
ἀνάσσων
·
τοῦ
περ
δὴ
θυγάτηρ
ἔχεθʼ
Ἕκτορι
χαλκοκορυστῇ
.
ἥ
οἱ
ἔπειτʼ
ἤντησʼ
,
ἅμα
δʼ
ἀμφίπολος
κίεν
αὐτῇ
παῖδʼ
ἐπὶ
κόλπῳ
ἔχουσʼ
ἀταλάφρονα
νήπιον
αὔτως
400
Ἑκτορίδην
ἀγαπητὸν
ἀλίγκιον
ἀστέρι
καλῷ
,
τόν
ῥʼ
Ἕκτωρ
καλέεσκε
Σκαμάνδριον
,
αὐτὰρ
οἱ
ἄλλοι
Ἀστυάνακτʼ
·
οἶος
γὰρ
ἐρύετο
Ἴλιον
Ἕκτωρ
.
ἤτοι
ὃ
μὲν
μείδησεν
ἰδὼν
ἐς
παῖδα
σιωπῇ
·
Ἀνδρομάχη
δέ
οἱ
ἄγχι
παρίστατο
δάκρυ
χέουσα
,
405
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
δαιμόνιε
φθίσει
σε
τὸ
σὸν
μένος
,
οὐδʼ
ἐλεαίρεις
παῖδά
τε
νηπίαχον
καὶ
ἔμʼ
ἄμμορον
,
ἣ
τάχα
χήρη
σεῦ
ἔσομαι
·
τάχα
γάρ
σε
κατακτανέουσιν
Ἀχαιοὶ
πάντες
ἐφορμηθέντες
·
ἐμοὶ
δέ
κε
κέρδιον
εἴη
410
σεῦ
ἀφαμαρτούσῃ
χθόνα
δύμεναι
·
οὐ
γὰρ
ἔτʼ
ἄλλη
ἔσται
θαλπωρὴ
ἐπεὶ
ἂν
σύ
γε
πότμον
ἐπίσπῃς
ἀλλʼ
ἄχεʼ
·
οὐδέ
μοι
ἔστι
πατὴρ
καὶ
πότνια
μήτηρ
.
ἤτοι
γὰρ
πατέρʼ
ἁμὸν
ἀπέκτανε
δῖος
Ἀχιλλεύς
,
ἐκ
δὲ
πόλιν
πέρσεν
Κιλίκων
εὖ
ναιετάουσαν
415
Θήβην
ὑψίπυλον
·
κατὰ
δʼ
ἔκτανεν
Ἠετίωνα
,
οὐδέ
μιν
ἐξενάριξε
,
σεβάσσατο
γὰρ
τό
γε
θυμῷ
,
ἀλλʼ
ἄρα
μιν
κατέκηε
σὺν
ἔντεσι
δαιδαλέοισιν
ἠδʼ
ἐπὶ
σῆμʼ
ἔχεεν
·
περὶ
δὲ
πτελέας
ἐφύτευσαν
νύμφαι
ὀρεστιάδες
κοῦραι
Διὸς
αἰγιόχοιο
.
420
οἳ
δέ
μοι
ἑπτὰ
κασίγνητοι
ἔσαν
ἐν
μεγάροισιν
οἳ
μὲν
πάντες
ἰῷ
κίον
ἤματι
Ἄϊδος
εἴσω
·
πάντας
γὰρ
κατέπεφνε
ποδάρκης
δῖος
Ἀχιλλεὺς
βουσὶν
ἐπʼ
εἰλιπόδεσσι
καὶ
ἀργεννῇς
ὀΐεσσι
.
μητέρα
δʼ
,
ἣ
βασίλευεν
ὑπὸ
Πλάκῳ
ὑληέσσῃ
,
425
τὴν
ἐπεὶ
ἂρ
δεῦρʼ
ἤγαγʼ
ἅμʼ
ἄλλοισι
κτεάτεσσιν
,
ἂψ
ὅ
γε
τὴν
ἀπέλυσε
λαβὼν
ἀπερείσιʼ
ἄποινα
,
πατρὸς
δʼ
ἐν
μεγάροισι
βάλʼ
Ἄρτεμις
ἰοχέαιρα
.
Ἕκτορ
ἀτὰρ
σύ
μοί
ἐσσι
πατὴρ
καὶ
πότνια
μήτηρ
ἠδὲ
κασίγνητος
,
σὺ
δέ
μοι
θαλερὸς
παρακοίτης
·
430
ἀλλʼ
ἄγε
νῦν
ἐλέαιρε
καὶ
αὐτοῦ
μίμνʼ
ἐπὶ
πύργῳ
,
μὴ
παῖδʼ
ὀρφανικὸν
θήῃς
χήρην
τε
γυναῖκα
·
λαὸν
δὲ
στῆσον
παρʼ
ἐρινεόν
,
ἔνθα
μάλιστα
ἀμβατός
ἐστι
πόλις
καὶ
ἐπίδρομον
ἔπλετο
τεῖχος
.
τρὶς
γὰρ
τῇ
γʼ
ἐλθόντες
ἐπειρήσανθʼ
οἱ
ἄριστοι
435
ἀμφʼ
Αἴαντε
δύω
καὶ
ἀγακλυτὸν
Ἰδομενῆα
ἠδʼ
ἀμφʼ
Ἀτρεΐδας
καὶ
Τυδέος
ἄλκιμον
υἱόν
·
ἤ
πού
τίς
σφιν
ἔνισπε
θεοπροπίων
ἐῢ
εἰδώς
,
ἤ
νυ
καὶ
αὐτῶν
θυμὸς
ἐποτρύνει
καὶ
ἀνώγει
.
τὴν
δʼ
αὖτε
προσέειπε
μέγας
κορυθαίολος
Ἕκτωρ
·
440
ἦ
καὶ
ἐμοὶ
τάδε
πάντα
μέλει
γύναι
·
ἀλλὰ
μάλʼ
αἰνῶς
αἰδέομαι
Τρῶας
καὶ
Τρῳάδας
ἑλκεσιπέπλους
,
αἴ
κε
κακὸς
ὣς
νόσφιν
ἀλυσκάζω
πολέμοιο
·
οὐδέ
με
θυμὸς
ἄνωγεν
,
ἐπεὶ
μάθον
ἔμμεναι
ἐσθλὸς
αἰεὶ
καὶ
πρώτοισι
μετὰ
Τρώεσσι
μάχεσθαι
445
ἀρνύμενος
πατρός
τε
μέγα
κλέος
ἠδʼ
ἐμὸν
αὐτοῦ
.
εὖ
γὰρ
ἐγὼ
τόδε
οἶδα
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
·
ἔσσεται
ἦμαρ
ὅτʼ
ἄν
ποτʼ
ὀλώλῃ
Ἴλιος
ἱρὴ
καὶ
Πρίαμος
καὶ
λαὸς
ἐϋμμελίω
Πριάμοιο
.
ἀλλʼ
οὔ
μοι
Τρώων
τόσσον
μέλει
ἄλγος
ὀπίσσω
,
450
οὔτʼ
αὐτῆς
Ἑκάβης
οὔτε
Πριάμοιο
ἄνακτος
οὔτε
κασιγνήτων
,
οἵ
κεν
πολέες
τε
καὶ
ἐσθλοὶ
ἐν
κονίῃσι
πέσοιεν
ὑπʼ
ἀνδράσι
δυσμενέεσσιν
,
ὅσσον
σεῦ
,
ὅτε
κέν
τις
Ἀχαιῶν
χαλκοχιτώνων
δακρυόεσσαν
ἄγηται
ἐλεύθερον
ἦμαρ
ἀπούρας
·
455
καί
κεν
ἐν
Ἄργει
ἐοῦσα
πρὸς
ἄλλης
ἱστὸν
ὑφαίνοις
,
καί
κεν
ὕδωρ
φορέοις
Μεσσηΐδος
ἢ
Ὑπερείης
πόλλʼ
ἀεκαζομένη
,
κρατερὴ
δʼ
ἐπικείσετʼ
ἀνάγκη
·
καί
ποτέ
τις
εἴπῃσιν
ἰδὼν
κατὰ
δάκρυ
χέουσαν
·
Ἕκτορος
ἥδε
γυνὴ
ὃς
ἀριστεύεσκε
μάχεσθαι
460
Τρώων
ἱπποδάμων
ὅτε
Ἴλιον
ἀμφεμάχοντο
.
ὥς
ποτέ
τις
ἐρέει
·
σοὶ
δʼ
αὖ
νέον
ἔσσεται
ἄλγος
χήτεϊ
τοιοῦδʼ
ἀνδρὸς
ἀμύνειν
δούλιον
ἦμαρ
.
ἀλλά
με
τεθνηῶτα
χυτὴ
κατὰ
γαῖα
καλύπτοι
πρίν
γέ
τι
σῆς
τε
βοῆς
σοῦ
θʼ
ἑλκηθμοῖο
πυθέσθαι
.
465
ὣς
εἰπὼν
οὗ
παιδὸς
ὀρέξατο
φαίδιμος
Ἕκτωρ
·
ἂψ
δʼ
ὃ
πάϊς
πρὸς
κόλπον
ἐϋζώνοιο
τιθήνης
ἐκλίνθη
ἰάχων
πατρὸς
φίλου
ὄψιν
ἀτυχθεὶς
ταρβήσας
χαλκόν
τε
ἰδὲ
λόφον
ἱππιοχαίτην
,
δεινὸν
ἀπʼ
ἀκροτάτης
κόρυθος
νεύοντα
νοήσας
.
470
ἐκ
δʼ
ἐγέλασσε
πατήρ
τε
φίλος
καὶ
πότνια
μήτηρ
·
αὐτίκʼ
ἀπὸ
κρατὸς
κόρυθʼ
εἵλετο
φαίδιμος
Ἕκτωρ
,
καὶ
τὴν
μὲν
κατέθηκεν
ἐπὶ
χθονὶ
παμφανόωσαν
·
αὐτὰρ
ὅ
γʼ
ὃν
φίλον
υἱὸν
ἐπεὶ
κύσε
πῆλέ
τε
χερσὶν
εἶπε
δʼ
ἐπευξάμενος
Διί
τʼ
ἄλλοισίν
τε
θεοῖσι
·
475
Ζεῦ
ἄλλοι
τε
θεοὶ
δότε
δὴ
καὶ
τόνδε
γενέσθαι
παῖδʼ
ἐμὸν
ὡς
καὶ
ἐγώ
περ
ἀριπρεπέα
Τρώεσσιν
,
ὧδε
βίην
τʼ
ἀγαθόν
,
καὶ
Ἰλίου
ἶφι
ἀνάσσειν
·
καί
ποτέ
τις
εἴποι
πατρός
γʼ
ὅδε
πολλὸν
ἀμείνων
ἐκ
πολέμου
ἀνιόντα
·
φέροι
δʼ
ἔναρα
βροτόεντα
480
κτείνας
δήϊον
ἄνδρα
,
χαρείη
δὲ
φρένα
μήτηρ
.
ὣς
εἰπὼν
ἀλόχοιο
φίλης
ἐν
χερσὶν
ἔθηκε
παῖδʼ
ἑόν
·
ἣ
δʼ
ἄρα
μιν
κηώδεϊ
δέξατο
κόλπῳ
δακρυόεν
γελάσασα
·
πόσις
δʼ
ἐλέησε
νοήσας
,
χειρί
τέ
μιν
κατέρεξεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
485
δαιμονίη
μή
μοί
τι
λίην
ἀκαχίζεο
θυμῷ
·
οὐ
γάρ
τίς
μʼ
ὑπὲρ
αἶσαν
ἀνὴρ
Ἄϊδι
προϊάψει
·
μοῖραν
δʼ
οὔ
τινά
φημι
πεφυγμένον
ἔμμεναι
ἀνδρῶν
,
οὐ
κακὸν
οὐδὲ
μὲν
ἐσθλόν
,
ἐπὴν
τὰ
πρῶτα
γένηται
.
ἀλλʼ
εἰς
οἶκον
ἰοῦσα
τὰ
σʼ
αὐτῆς
ἔργα
κόμιζε
490
ἱστόν
τʼ
ἠλακάτην
τε
,
καὶ
ἀμφιπόλοισι
κέλευε
ἔργον
ἐποίχεσθαι
·
πόλεμος
δʼ
ἄνδρεσσι
μελήσει
πᾶσι
,
μάλιστα
δʼ
ἐμοί
,
τοὶ
Ἰλίῳ
ἐγγεγάασιν
.
ὣς
ἄρα
φωνήσας
κόρυθʼ
εἵλετο
φαίδιμος
Ἕκτωρ
ἵππουριν
·
ἄλοχος
δὲ
φίλη
οἶκον
δὲ
βεβήκει
495
ἐντροπαλιζομένη
,
θαλερὸν
κατὰ
δάκρυ
χέουσα
.
αἶψα
δʼ
ἔπειθʼ
ἵκανε
δόμους
εὖ
ναιετάοντας
Ἕκτορος
ἀνδροφόνοιο
,
κιχήσατο
δʼ
ἔνδοθι
πολλὰς
ἀμφιπόλους
,
τῇσιν
δὲ
γόον
πάσῃσιν
ἐνῶρσεν
.
αἳ
μὲν
ἔτι
ζωὸν
γόον
Ἕκτορα
ᾧ
ἐνὶ
οἴκῳ
·
500
οὐ
γάρ
μιν
ἔτʼ
ἔφαντο
ὑπότροπον
ἐκ
πολέμοιο
ἵξεσθαι
προφυγόντα
μένος
καὶ
χεῖρας
Ἀχαιῶν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.