ὣς
οἵ
γʼ
ἐμμεμαῶτε
νέκυν
φέρον
ἐκ
πολέμοιο
735
νῆας
ἔπι
γλαφυράς
·
ἐπὶ
δὲ
πτόλεμος
τέτατό
σφιν
ἄγριος
ἠΰτε
πῦρ
,
τό
τʼ
ἐπεσσύμενον
πόλιν
ἀνδρῶν
ὄρμενον
ἐξαίφνης
φλεγέθει
,
μινύθουσι
δὲ
οἶκοι
ἐν
σέλαϊ
μεγάλῳ
·
τὸ
δʼ
ἐπιβρέμει
ἲς
ἀνέμοιο
.
ὣς
μὲν
τοῖς
ἵππων
τε
καὶ
ἀνδρῶν
αἰχμητάων
740
ἀζηχὴς
ὀρυμαγδὸς
ἐπήϊεν
ἐρχομένοισιν
·
οἳ
δʼ
ὥς
θʼ
ἡμίονοι
κρατερὸν
μένος
ἀμφιβαλόντες
ἕλκωσʼ
ἐξ
ὄρεος
κατὰ
παιπαλόεσσαν
ἀταρπὸν
ἢ
δοκὸν
ἠὲ
δόρυ
μέγα
νήϊον
·
ἐν
δέ
τε
θυμὸς
τείρεθʼ
ὁμοῦ
καμάτῳ
τε
καὶ
ἱδρῷ
σπευδόντεσσιν
·
745
ὣς
οἵ
γʼ
ἐμμεμαῶτε
νέκυν
φέρον
.
αὐτὰρ
ὄπισθεν
Αἴαντʼ
ἰσχανέτην
,
ὥς
τε
πρὼν
ἰσχάνει
ὕδωρ
ὑλήεις
πεδίοιο
διαπρύσιον
τετυχηκώς
,
ὅς
τε
καὶ
ἰφθίμων
ποταμῶν
ἀλεγεινὰ
ῥέεθρα
ἴσχει
,
ἄφαρ
δέ
τε
πᾶσι
ῥόον
πεδίον
δὲ
τίθησι
750
πλάζων
·
οὐδέ
τί
μιν
σθένεϊ
ῥηγνῦσι
ῥέοντες
·
ὣς
αἰεὶ
Αἴαντε
μάχην
ἀνέεργον
ὀπίσσω
Τρώων
·
οἳ
δʼ
ἅμʼ
ἕποντο
,
δύω
δʼ
ἐν
τοῖσι
μάλιστα
Αἰνείας
τʼ
Ἀγχισιάδης
καὶ
φαίδιμος
Ἕκτωρ
.
τῶν
δʼ
ὥς
τε
ψαρῶν
νέφος
ἔρχεται
ἠὲ
κολοιῶν
755
οὖλον
κεκλήγοντες
,
ὅτε
προΐδωσιν
ἰόντα
κίρκον
,
ὅ
τε
σμικρῇσι
φόνον
φέρει
ὀρνίθεσσιν
,
ὣς
ἄρʼ
ὑπʼ
Αἰνείᾳ
τε
καὶ
Ἕκτορι
κοῦροι
Ἀχαιῶν
οὖλον
κεκλήγοντες
ἴσαν
,
λήθοντο
δὲ
χάρμης
.
πολλὰ
δὲ
τεύχεα
καλὰ
πέσον
περί
τʼ
ἀμφί
τε
τάφρον
760
φευγόντων
Δαναῶν
·
πολέμου
δʼ
οὐ
γίγνετʼ
ἐρωή
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.