Ἕκτωρ
δʼ
ὡς
ἐνόησε
κασίγνητον
Πολύδωρον
ἔντερα
χερσὶν
ἔχοντα
λιαζόμενον
ποτὶ
γαίη
420
κάρ
ῥά
οἱ
ὀφθαλμῶν
κέχυτʼ
ἀχλύς
·
οὐδʼ
ἄρʼ
ἔτʼ
ἔτλη
δηρὸν
ἑκὰς
στρωφᾶσθʼ
,
ἀλλʼ
ἀντίος
ἦλθʼ
Ἀχιλῆϊ
ὀξὺ
δόρυ
κραδάων
φλογὶ
εἴκελος
·
αὐτὰρ
Ἀχιλλεὺς
ὡς
εἶδʼ
,
ὣς
ἀνεπᾶλτο
,
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
ἐγγὺς
ἀνὴρ
ὃς
ἐμόν
γε
μάλιστʼ
ἐσεμάσσατο
θυμόν
,
425
ὅς
μοι
ἑταῖρον
ἔπεφνε
τετιμένον
·
οὐδʼ
ἂν
ἔτι
δὴν
ἀλλήλους
πτώσσοιμεν
ἀνὰ
πτολέμοιο
γεφύρας
.
ἦ
,
καὶ
ὑπόδρα
ἰδὼν
προσεφώνεεν
Ἕκτορα
δῖον
·
ἆσσον
ἴθʼ
ὥς
κεν
θᾶσσον
ὀλέθρου
πείραθʼ
ἵκηαι
.
τὸν
δʼ
οὐ
ταρβήσας
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
430
Πηλεΐδη
μὴ
δὴ
ἐπέεσσί
με
νηπύτιον
ὣς
ἔλπεο
δειδίξεσθαι
,
ἐπεὶ
σάφα
οἶδα
καὶ
αὐτὸς
ἠμὲν
κερτομίας
ἠδʼ
αἴσυλα
μυθήσασθαι
.
οἶδα
δʼ
ὅτι
σὺ
μὲν
ἐσθλός
,
ἐγὼ
δὲ
σέθεν
πολὺ
χείρων
.
ἀλλʼ
ἤτοι
μὲν
ταῦτα
θεῶν
ἐν
γούνασι
κεῖται
,
435
αἴ
κέ
σε
χειρότερός
περ
ἐὼν
ἀπὸ
θυμὸν
ἕλωμαι
δουρὶ
βαλών
,
ἐπεὶ
ἦ
καὶ
ἐμὸν
βέλος
ὀξὺ
πάροιθεν
.
ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δόρυ
,
καὶ
τό
γʼ
Ἀθήνη
πνοιῇ
Ἀχιλλῆος
πάλιν
ἔτραπε
κυδαλίμοιο
ἦκα
μάλα
ψύξασα
·
τὸ
δʼ
ἂψ
ἵκεθʼ
Ἕκτορα
δῖον
,
440
αὐτοῦ
δὲ
προπάροιθε
ποδῶν
πέσεν
.
αὐτὰρ
Ἀχιλλεὺς
ἐμμεμαὼς
ἐπόρουσε
κατακτάμεναι
μενεαίνων
,
σμερδαλέα
ἰάχων
·
τὸν
δʼ
ἐξήρπαξεν
Ἀπόλλων
ῥεῖα
μάλʼ
ὥς
τε
θεός
,
ἐκάλυψε
δʼ
ἄρʼ
ἠέρι
πολλῇ
.
τρὶς
μὲν
ἔπειτʼ
ἐπόρουσε
ποδάρκης
δῖος
Ἀχιλλεὺς
445
ἔγχεϊ
χαλκείῳ
,
τρὶς
δʼ
ἠέρα
τύψε
βαθεῖαν
.
ἀλλʼ
ὅτε
δὴ
τὸ
τέταρτον
ἐπέσσυτο
δαίμονι
ἶσος
,
δεινὰ
δʼ
ὁμοκλήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ἐξ
αὖ
νῦν
ἔφυγες
θάνατον
κύον
·
ἦ
τέ
τοι
ἄγχι
ἦλθε
κακόν
·
νῦν
αὖτέ
σʼ
ἐρύσατο
Φοῖβος
Ἀπόλλων
,
450
ᾧ
μέλλεις
εὔχεσθαι
ἰὼν
ἐς
δοῦπον
ἀκόντων
.
ἦ
θήν
σʼ
ἐξανύω
γε
καὶ
ὕστερον
ἀντιβολήσας
,
εἴ
πού
τις
καὶ
ἔμοιγε
θεῶν
ἐπιτάρροθός
ἐστι
.
νῦν
αὖ
τοὺς
ἄλλους
ἐπιείσομαι
,
ὅν
κε
κιχείω
.
ὣς
εἰπὼν
Δρύοπʼ
οὖτα
κατʼ
αὐχένα
μέσσον
ἄκοντι
·
455
ἤριπε
δὲ
προπάροιθε
ποδῶν
·
ὃ
δὲ
τὸν
μὲν
ἔασε
,
Δημοῦχον
δὲ
Φιλητορίδην
ἠΰν
τε
μέγαν
τε
κὰγ
γόνυ
δουρὶ
βαλὼν
ἠρύκακε
.
τὸν
μὲν
ἔπειτα
οὐτάζων
ξίφεϊ
μεγάλῳ
ἐξαίνυτο
θυμόν
·
αὐτὰρ
ὃ
Λαόγονον
καὶ
Δάρδανον
υἷε
Βίαντος
460
ἄμφω
ἐφορμηθεὶς
ἐξ
ἵππων
ὦσε
χαμᾶζε
,
τὸν
μὲν
δουρὶ
βαλών
,
τὸν
δὲ
σχεδὸν
ἄορι
τύψας
.
Τρῶα
δʼ
Ἀλαστορίδην
,
ὃ
μὲν
ἀντίος
ἤλυθε
γούνων
,
εἴ
πώς
εὑ
πεφίδοιτο
λαβὼν
καὶ
ζωὸν
ἀφείη
μηδὲ
κατακτείνειεν
ὁμηλικίην
ἐλεήσας
,
465
νήπιος
,
οὐδὲ
τὸ
ᾔδη
ὃ
οὐ
πείσεσθαι
ἔμελλεν
·
οὐ
γάρ
τι
γλυκύθυμος
ἀνὴρ
ἦν
οὐδʼ
ἀγανόφρων
,
ἀλλὰ
μάλʼ
ἐμμεμαώς
·
ὃ
μὲν
ἥπτετο
χείρεσι
γούνων
ἱέμενος
λίσσεσθʼ
,
ὃ
δὲ
φασγάνῳ
οὖτα
καθʼ
ἧπαρ
·
ἐκ
δέ
οἱ
ἧπαρ
ὄλισθεν
,
ἀτὰρ
μέλαν
αἷμα
κατʼ
αὐτοῦ
470
κόλπον
ἐνέπλησεν
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
θυμοῦ
δευόμενον
·
ὃ
δὲ
Μούλιον
οὖτα
παραστὰς
δουρὶ
κατʼ
οὖς
·
εἶθαρ
δὲ
διʼ
οὔατος
ἦλθʼ
ἑτέροιο
αἰχμὴ
χαλκείη
·
ὃ
δʼ
Ἀγήνορος
υἱὸν
Ἔχεκλον
μέσσην
κὰκ
κεφαλὴν
ξίφει
ἤλασε
κωπήεντι
,
475
πᾶν
δʼ
ὑπεθερμάνθη
ξίφος
αἵματι
·
τὸν
δὲ
κατʼ
ὄσσε
ἔλλαβε
πορφύρεος
θάνατος
καὶ
μοῖρα
κραταιή
.
Δευκαλίωνα
δʼ
ἔπειθʼ
,
ἵνα
τε
ξυνέχουσι
τένοντες
ἀγκῶνος
,
τῇ
τόν
γε
φίλης
διὰ
χειρὸς
ἔπειρεν
αἰχμῇ
χαλκείῃ
·
ὃ
δέ
μιν
μένε
χεῖρα
βαρυνθεὶς
480
πρόσθʼ
ὁρόων
θάνατον
·
ὃ
δὲ
φασγάνῳ
αὐχένα
θείνας
τῆλʼ
αὐτῇ
πήληκι
κάρη
βάλε
·
μυελὸς
αὖτε
σφονδυλίων
ἔκπαλθʼ
,
ὃ
δʼ
ἐπὶ
χθονὶ
κεῖτο
τανυσθείς
.
αὐτὰρ
ὃ
βῆ
ῥʼ
ἰέναι
μετʼ
ἀμύμονα
Πείρεω
υἱὸν
Ῥίγμον
,
ὃς
ἐκ
Θρῄκης
ἐριβώλακος
εἰληλούθει
·
485
τὸν
βάλε
μέσσον
ἄκοντι
,
πάγη
δʼ
ἐν
νηδύϊ
χαλκός
,
ἤριπε
δʼ
ἐξ
ὀχέων
·
ὃ
δʼ
Ἀρηΐθοον
θεράποντα
ἂψ
ἵππους
στρέψαντα
μετάφρενον
ὀξέϊ
δουρὶ
νύξʼ
,
ἀπὸ
δʼ
ἅρματος
ὦσε
·
κυκήθησαν
δέ
οἱ
ἵπποι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.