ὣς
τοῦ
μὲν
κεκόνιτο
κάρη
ἅπαν
·
ἣ
δέ
νυ
μήτηρ
405
τίλλε
κόμην
,
ἀπὸ
δὲ
λιπαρὴν
ἔρριψε
καλύπτρην
τηλόσε
,
κώκυσεν
δὲ
μάλα
μέγα
παῖδʼ
ἐσιδοῦσα
·
ᾤμωξεν
δʼ
ἐλεεινὰ
πατὴρ
φίλος
,
ἀμφὶ
δὲ
λαοὶ
κωκυτῷ
τʼ
εἴχοντο
καὶ
οἰμωγῇ
κατὰ
ἄστυ
.
τῷ
δὲ
μάλιστʼ
ἄρʼ
ἔην
ἐναλίγκιον
ὡς
εἰ
ἅπασα
410
Ἴλιος
ὀφρυόεσσα
πυρὶ
σμύχοιτο
κατʼ
ἄκρης
.
λαοὶ
μέν
ῥα
γέροντα
μόγις
ἔχον
ἀσχαλόωντα
ἐξελθεῖν
μεμαῶτα
πυλάων
Δαρδανιάων
.
πάντας
δʼ
ἐλλιτάνευε
κυλινδόμενος
κατὰ
κόπρον
,
ἐξονομακλήδην
ὀνομάζων
ἄνδρα
ἕκαστον
·
415
σχέσθε
φίλοι
,
καί
μʼ
οἶον
ἐάσατε
κηδόμενοί
περ
ἐξελθόντα
πόληος
ἱκέσθʼ
ἐπὶ
νῆας
Ἀχαιῶν
.
λίσσωμʼ
ἀνέρα
τοῦτον
ἀτάσθαλον
ὀβριμοεργόν
,
ἤν
πως
ἡλικίην
αἰδέσσεται
ἠδʼ
ἐλεήσῃ
γῆρας
·
καὶ
δέ
νυ
τῷ
γε
πατὴρ
τοιόσδε
τέτυκται
420
Πηλεύς
,
ὅς
μιν
ἔτικτε
καὶ
ἔτρεφε
πῆμα
γενέσθαι
Τρωσί
·
μάλιστα
δʼ
ἐμοὶ
περὶ
πάντων
ἄλγεʼ
ἔθηκε
.
τόσσους
γάρ
μοι
παῖδας
ἀπέκτανε
τηλεθάοντας
·
τῶν
πάντων
οὐ
τόσσον
ὀδύρομαι
ἀχνύμενός
περ
ὡς
ἑνός
,
οὗ
μʼ
ἄχος
ὀξὺ
κατοίσεται
Ἄϊδος
εἴσω
,
425
Ἕκτορος
·
ὡς
ὄφελεν
θανέειν
ἐν
χερσὶν
ἐμῇσι
·
τώ
κε
κορεσσάμεθα
κλαίοντέ
τε
μυρομένω
τε
μήτηρ
θʼ
,
ἥ
μιν
ἔτικτε
δυσάμμορος
,
ἠδʼ
ἐγὼ
αὐτός
.
ὣς
ἔφατο
κλαίων
,
ἐπὶ
δὲ
στενάχοντο
πολῖται
·
Τρῳῇσιν
δʼ
Ἑκάβη
ἁδινοῦ
ἐξῆρχε
γόοιο
·
430
τέκνον
ἐγὼ
δειλή
·
τί
νυ
βείομαι
αἰνὰ
παθοῦσα
σεῦ
ἀποτεθνηῶτος
;
ὅ
μοι
νύκτάς
τε
καὶ
ἦμαρ
εὐχωλὴ
κατὰ
ἄστυ
πελέσκεο
,
πᾶσί
τʼ
ὄνειαρ
Τρωσί
τε
καὶ
Τρῳῇσι
κατὰ
πτόλιν
,
οἵ
σε
θεὸν
ὣς
δειδέχατʼ
·
ἦ
γὰρ
καί
σφι
μάλα
μέγα
κῦδος
ἔησθα
435
ζωὸς
ἐών
·
νῦν
αὖ
θάνατος
καὶ
μοῖρα
κιχάνει
.
ὣς
ἔφατο
κλαίουσʼ
,
ἄλοχος
δʼ
οὔ
πώ
τι
πέπυστο
Ἕκτορος
·
οὐ
γάρ
οἵ
τις
ἐτήτυμος
ἄγγελος
ἐλθὼν
ἤγγειλʼ
ὅττί
ῥά
οἱ
πόσις
ἔκτοθι
μίμνε
πυλάων
,
ἀλλʼ
ἥ
γʼ
ἱστὸν
ὕφαινε
μυχῷ
δόμου
ὑψηλοῖο
440
δίπλακα
πορφυρέην
,
ἐν
δὲ
θρόνα
ποικίλʼ
ἔπασσε
.
κέκλετο
δʼ
ἀμφιπόλοισιν
ἐϋπλοκάμοις
κατὰ
δῶμα
ἀμφὶ
πυρὶ
στῆσαι
τρίποδα
μέγαν
,
ὄφρα
πέλοιτο
Ἕκτορι
θερμὰ
λοετρὰ
μάχης
ἐκ
νοστήσαντι
νηπίη
,
οὐδʼ
ἐνόησεν
ὅ
μιν
μάλα
τῆλε
λοετρῶν
445
χερσὶν
Ἀχιλλῆος
δάμασε
γλαυκῶπις
Ἀθήνη
.
κωκυτοῦ
δʼ
ἤκουσε
καὶ
οἰμωγῆς
ἀπὸ
πύργου
·
τῆς
δʼ
ἐλελίχθη
γυῖα
,
χαμαὶ
δέ
οἱ
ἔκπεσε
κερκίς
·
ἣ
δʼ
αὖτις
δμῳῇσιν
ἐϋπλοκάμοισι
μετηύδα
·
δεῦτε
δύω
μοι
ἕπεσθον
,
ἴδωμʼ
ὅτινʼ
ἔργα
τέτυκται
.
450
αἰδοίης
ἑκυρῆς
ὀπὸς
ἔκλυον
,
ἐν
δʼ
ἐμοὶ
αὐτῇ
στήθεσι
πάλλεται
ἦτορ
ἀνὰ
στόμα
,
νέρθε
δὲ
γοῦνα
πήγνυται
·
ἐγγὺς
δή
τι
κακὸν
Πριάμοιο
τέκεσσιν
.
αἲ
γὰρ
ἀπʼ
οὔατος
εἴη
ἐμεῦ
ἔπος
·
ἀλλὰ
μάλʼ
αἰνῶς
δείδω
μὴ
δή
μοι
θρασὺν
Ἕκτορα
δῖος
Ἀχιλλεὺς
455
μοῦνον
ἀποτμήξας
πόλιος
πεδίον
δὲ
δίηται
,
καὶ
δή
μιν
καταπαύσῃ
ἀγηνορίης
ἀλεγεινῆς
ἥ
μιν
ἔχεσκʼ
,
ἐπεὶ
οὔ
ποτʼ
ἐνὶ
πληθυῖ
μένεν
ἀνδρῶν
,
ἀλλὰ
πολὺ
προθέεσκε
,
τὸ
ὃν
μένος
οὐδενὶ
εἴκων
.
ὣς
φαμένη
μεγάροιο
διέσσυτο
μαινάδι
ἴση
460
παλλομένη
κραδίην
·
ἅμα
δʼ
ἀμφίπολοι
κίον
αὐτῇ
αὐτὰρ
ἐπεὶ
πύργόν
τε
καὶ
ἀνδρῶν
ἷξεν
ὅμιλον
ἔστη
παπτήνασʼ
ἐπὶ
τείχεϊ
,
τὸν
δὲ
νόησεν
ἑλκόμενον
πρόσθεν
πόλιος
·
ταχέες
δέ
μιν
ἵπποι
ἕλκον
ἀκηδέστως
κοίλας
ἐπὶ
νῆας
Ἀχαιῶν
.
465
τὴν
δὲ
κατʼ
ὀφθαλμῶν
ἐρεβεννὴ
νὺξ
ἐκάλυψεν
,
ἤριπε
δʼ
ἐξοπίσω
,
ἀπὸ
δὲ
ψυχὴν
ἐκάπυσσε
.
τῆλε
δʼ
ἀπὸ
κρατὸς
βάλε
δέσματα
σιγαλόεντα
,
ἄμπυκα
κεκρύφαλόν
τε
ἰδὲ
πλεκτὴν
ἀναδέσμην
κρήδεμνόν
θʼ
,
ὅ
ῥά
οἱ
δῶκε
χρυσῆ
Ἀφροδίτη
470
ἤματι
τῷ
ὅτε
μιν
κορυθαίολος
ἠγάγεθʼ
Ἕκτωρ
ἐκ
δόμου
Ἠετίωνος
,
ἐπεὶ
πόρε
μυρία
ἕδνα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.