τοῖσι
δὲ
καὶ
μετέειπε
Γερήνιος
ἱππότα
Νέστωρ
·
ὦ
πόποι
ἦ
δὴ
παισὶν
ἐοικότες
ἀγοράασθε
νηπιάχοις
οἷς
οὔ
τι
μέλει
πολεμήϊα
ἔργα
.
πῇ
δὴ
συνθεσίαι
τε
καὶ
ὅρκια
βήσεται
ἥμιν
;
ἐν
πυρὶ
δὴ
βουλαί
τε
γενοίατο
μήδεά
τʼ
ἀνδρῶν
340
σπονδαί
τʼ
ἄκρητοι
καὶ
δεξιαί
,
ᾗς
ἐπέπιθμεν
·
αὔτως
γὰρ
ἐπέεσσʼ
ἐριδαίνομεν
,
οὐδέ
τι
μῆχος
εὑρέμεναι
δυνάμεσθα
,
πολὺν
χρόνον
ἐνθάδʼ
ἐόντες
.
Ἀτρεΐδη
σὺ
δʼ
ἔθʼ
ὡς
πρὶν
ἔχων
ἀστεμφέα
βουλὴν
ἄρχευʼ
Ἀργείοισι
κατὰ
κρατερὰς
ὑσμίνας
,
345
τούσδε
δʼ
ἔα
φθινύθειν
ἕνα
καὶ
δύο
,
τοί
κεν
Ἀχαιῶν
νόσφιν
βουλεύωσʼ
·
ἄνυσις
δʼ
οὐκ
ἔσσεται
αὐτῶν
·
πρὶν
Ἄργος
δʼ
ἰέναι
πρὶν
καὶ
Διὸς
αἰγιόχοιο
γνώμεναι
εἴ
τε
ψεῦδος
ὑπόσχεσις
εἴ
τε
καὶ
οὐκί
.
φημὶ
γὰρ
οὖν
κατανεῦσαι
ὑπερμενέα
Κρονίωνα
350
ἤματι
τῷ
ὅτε
νηυσὶν
ἐν
ὠκυπόροισιν
ἔβαινον
Ἀργεῖοι
Τρώεσσι
φόνον
καὶ
κῆρα
φέροντες
ἀστράπτων
ἐπιδέξιʼ
ἐναίσιμα
σήματα
φαίνων
.
τὼ
μή
τις
πρὶν
ἐπειγέσθω
οἶκον
δὲ
νέεσθαι
πρίν
τινα
πὰρ
Τρώων
ἀλόχῳ
κατακοιμηθῆναι
,
355
τίσασθαι
δʼ
Ἑλένης
ὁρμήματά
τε
στοναχάς
τε
.
εἰ
δέ
τις
ἐκπάγλως
ἐθέλει
οἶκον
δὲ
νέεσθαι
ἁπτέσθω
ἧς
νηὸς
ἐϋσσέλμοιο
μελαίνης
,
ὄφρα
πρόσθʼ
ἄλλων
θάνατον
καὶ
πότμον
ἐπίσπῃ
.
ἀλλὰ
ἄναξ
αὐτός
τʼ
εὖ
μήδεο
πείθεό
τʼ
ἄλλῳ
·
360
οὔ
τοι
ἀπόβλητον
ἔπος
ἔσσεται
ὅττί
κεν
εἴπω
·
κρῖνʼ
ἄνδρας
κατὰ
φῦλα
κατὰ
φρήτρας
Ἀγάμεμνον
,
ὡς
φρήτρη
φρήτρηφιν
ἀρήγῃ
,
φῦλα
δὲ
φύλοις
.
εἰ
δέ
κεν
ὣς
ἕρξῃς
καί
τοι
πείθωνται
Ἀχαιοί
,
γνώσῃ
ἔπειθʼ
ὅς
θʼ
ἡγεμόνων
κακὸς
ὅς
τέ
νυ
λαῶν
365
ἠδʼ
ὅς
κʼ
ἐσθλὸς
ἔῃσι
·
κατὰ
σφέας
γὰρ
μαχέονται
.
γνώσεαι
δʼ
εἰ
καὶ
θεσπεσίῃ
πόλιν
οὐκ
ἀλαπάξεις
,
ἦ
ἀνδρῶν
κακότητι
καὶ
ἀφραδίῃ
πολέμοιο
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρείων
Ἀγαμέμνων
·
ἦ
μὰν
αὖτʼ
ἀγορῇ
νικᾷς
γέρον
υἷας
Ἀχαιῶν
.
370
αἲ
γὰρ
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
τοιοῦτοι
δέκα
μοι
συμφράδμονες
εἶεν
Ἀχαιῶν
·
τώ
κε
τάχʼ
ἠμύσειε
πόλις
Πριάμοιο
ἄνακτος
χερσὶν
ὑφʼ
ἡμετέρῃσιν
ἁλοῦσά
τε
περθομένη
τε
.
ἀλλά
μοι
αἰγίοχος
Κρονίδης
Ζεὺς
ἄλγεʼ
ἔδωκεν
,
375
ὅς
με
μετʼ
ἀπρήκτους
ἔριδας
καὶ
νείκεα
βάλλει
.
καὶ
γὰρ
ἐγὼν
Ἀχιλεύς
τε
μαχεσσάμεθʼ
εἵνεκα
κούρης
ἀντιβίοις
ἐπέεσσιν
,
ἐγὼ
δʼ
ἦρχον
χαλεπαίνων
·
εἰ
δέ
ποτʼ
ἔς
γε
μίαν
βουλεύσομεν
,
οὐκέτʼ
ἔπειτα
Τρωσὶν
ἀνάβλησις
κακοῦ
ἔσσεται
οὐδʼ
ἠβαιόν
.
380
νῦν
δʼ
ἔρχεσθʼ
ἐπὶ
δεῖπνον
ἵνα
ξυνάγωμεν
Ἄρηα
.
εὖ
μέν
τις
δόρυ
θηξάσθω
,
εὖ
δʼ
ἀσπίδα
θέσθω
,
εὖ
δέ
τις
ἵπποισιν
δεῖπνον
δότω
ὠκυπόδεσσιν
,
εὖ
δέ
τις
ἅρματος
ἀμφὶς
ἰδὼν
πολέμοιο
μεδέσθω
,
ὥς
κε
πανημέριοι
στυγερῷ
κρινώμεθʼ
Ἄρηϊ
.
385
οὐ
γὰρ
παυσωλή
γε
μετέσσεται
οὐδʼ
ἠβαιὸν
εἰ
μὴ
νὺξ
ἐλθοῦσα
διακρινέει
μένος
ἀνδρῶν
.
ἱδρώσει
μέν
τευ
τελαμὼν
ἀμφὶ
στήθεσφιν
ἀσπίδος
ἀμφιβρότης
,
περὶ
δʼ
ἔγχεϊ
χεῖρα
καμεῖται
·
ἱδρώσει
δέ
τευ
ἵππος
ἐΰξοον
ἅρμα
τιταίνων
.
390
ὃν
δέ
κʼ
ἐγὼν
ἀπάνευθε
μάχης
ἐθέλοντα
νοήσω
μιμνάζειν
παρὰ
νηυσὶ
κορωνίσιν
,
οὔ
οἱ
ἔπειτα
ἄρκιον
ἐσσεῖται
φυγέειν
κύνας
ἠδʼ
οἰωνούς
.
ὣς
ἔφατʼ
,
Ἀργεῖοι
δὲ
μέγʼ
ἴαχον
ὡς
ὅτε
κῦμα
ἀκτῇ
ἐφʼ
ὑψηλῇ
,
ὅτε
κινήσῃ
Νότος
ἐλθών
,
395
προβλῆτι
σκοπέλῳ
·
τὸν
δʼ
οὔ
ποτε
κύματα
λείπει
παντοίων
ἀνέμων
,
ὅτʼ
ἂν
ἔνθʼ
ἢ
ἔνθα
γένωνται
.
ἀνστάντες
δʼ
ὀρέοντο
κεδασθέντες
κατὰ
νῆας
,
κάπνισσάν
τε
κατὰ
κλισίας
,
καὶ
δεῖπνον
ἕλοντο
.
ἄλλος
δʼ
ἄλλῳ
ἔρεζε
θεῶν
αἰειγενετάων
400
εὐχόμενος
θάνατόν
τε
φυγεῖν
καὶ
μῶλον
Ἄρηος
.
αὐτὰρ
ὃ
βοῦν
ἱέρευσε
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
πίονα
πενταέτηρον
ὑπερμενέϊ
Κρονίωνι
,
κίκλησκεν
δὲ
γέροντας
ἀριστῆας
Παναχαιῶν
,
Νέστορα
μὲν
πρώτιστα
καὶ
Ἰδομενῆα
ἄνακτα
,
405
αὐτὰρ
ἔπειτʼ
Αἴαντε
δύω
καὶ
Τυδέος
υἱόν
,
ἕκτον
δʼ
αὖτʼ
Ὀδυσῆα
Διὶ
μῆτιν
ἀτάλαντον
.
αὐτόματος
δέ
οἱ
ἦλθε
βοὴν
ἀγαθὸς
Μενέλαος
·
ᾔδεε
γὰρ
κατὰ
θυμὸν
ἀδελφεὸν
ὡς
ἐπονεῖτο
.
βοῦν
δὲ
περιστήσαντο
καὶ
οὐλοχύτας
ἀνέλοντο
·
410
τοῖσιν
δʼ
εὐχόμενος
μετέφη
κρείων
Ἀγαμέμνων
·
Ζεῦ
κύδιστε
μέγιστε
κελαινεφὲς
αἰθέρι
ναίων
μὴ
πρὶν
ἐπʼ
ἠέλιον
δῦναι
καὶ
ἐπὶ
κνέφας
ἐλθεῖν
πρίν
με
κατὰ
πρηνὲς
βαλέειν
Πριάμοιο
μέλαθρον
αἰθαλόεν
,
πρῆσαι
δὲ
πυρὸς
δηΐοιο
θύρετρα
,
415
Ἑκτόρεον
δὲ
χιτῶνα
περὶ
στήθεσσι
δαΐξαι
χαλκῷ
ῥωγαλέον
·
πολέες
δʼ
ἀμφʼ
αὐτὸν
ἑταῖροι
πρηνέες
ἐν
κονίῃσιν
ὀδὰξ
λαζοίατο
γαῖαν
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἄρα
πώ
οἱ
ἐπεκραίαινε
Κρονίων
,
ἀλλʼ
ὅ
γε
δέκτο
μὲν
ἱρά
,
πόνον
δʼ
ἀμέγαρτον
ὄφελλεν
.
420
αὐτὰρ
ἐπεί
ῥʼ
εὔξαντο
καὶ
οὐλοχύτας
προβάλοντο
,
αὐέρυσαν
μὲν
πρῶτα
καὶ
ἔσφαξαν
καὶ
ἔδειραν
,
μηρούς
τʼ
ἐξέταμον
κατά
τε
κνίσῃ
ἐκάλυψαν
δίπτυχα
ποιήσαντες
,
ἐπʼ
αὐτῶν
δʼ
ὠμοθέτησαν
.
καὶ
τὰ
μὲν
ἂρ
σχίζῃσιν
ἀφύλλοισιν
κατέκαιον
,
425
σπλάγχνα
δʼ
ἄρʼ
ἀμπείραντες
ὑπείρεχον
Ἡφαίστοιο
.
αὐτὰρ
ἐπεὶ
κατὰ
μῆρε
κάη
καὶ
σπλάγχνα
πάσαντο
,
μίστυλλόν
τʼ
ἄρα
τἆλλα
καὶ
ἀμφʼ
ὀβελοῖσιν
ἔπειραν
,
ὤπτησάν
τε
περιφραδέως
,
ἐρύσαντό
τε
πάντα
.
αὐτὰρ
ἐπεὶ
παύσαντο
πόνου
τετύκοντό
τε
δαῖτα
430
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
τοῖς
ἄρα
μύθων
ἦρχε
Γερήνιος
ἱππότα
Νέστωρ
·
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
,
μηκέτι
νῦν
δήθʼ
αὖθι
λεγώμεθα
,
μηδʼ
ἔτι
δηρὸν
435
ἀμβαλλώμεθα
ἔργον
ὃ
δὴ
θεὸς
ἐγγυαλίζει
.
ἀλλʼ
ἄγε
κήρυκες
μὲν
Ἀχαιῶν
χαλκοχιτώνων
λαὸν
κηρύσσοντες
ἀγειρόντων
κατὰ
νῆας
,
ἡμεῖς
δʼ
ἀθρόοι
ὧδε
κατὰ
στρατὸν
εὐρὺν
Ἀχαιῶν
ἴομεν
ὄφρα
κε
θᾶσσον
ἐγείρομεν
ὀξὺν
Ἄρηα
.
440
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
.
αὐτίκα
κηρύκεσσι
λιγυφθόγγοισι
κέλευσε
κηρύσσειν
πόλεμον
δὲ
κάρη
κομόωντας
Ἀχαιούς
·
οἳ
μὲν
ἐκήρυσσον
,
τοὶ
δʼ
ἠγείροντο
μάλʼ
ὦκα
.
οἳ
δʼ
ἀμφʼ
Ἀτρεΐωνα
διοτρεφέες
βασιλῆες
445
θῦνον
κρίνοντες
,
μετὰ
δὲ
γλαυκῶπις
Ἀθήνη
αἰγίδʼ
ἔχουσʼ
ἐρίτιμον
ἀγήρων
ἀθανάτην
τε
,
τῆς
ἑκατὸν
θύσανοι
παγχρύσεοι
ἠερέθονται
,
πάντες
ἐϋπλεκέες
,
ἑκατόμβοιος
δὲ
ἕκαστος
·
σὺν
τῇ
παιφάσσουσα
διέσσυτο
λαὸν
Ἀχαιῶν
450
ὀτρύνουσʼ
ἰέναι
·
ἐν
δὲ
σθένος
ὦρσεν
ἑκάστῳ
καρδίῃ
ἄλληκτον
πολεμίζειν
ἠδὲ
μάχεσθαι
.
τοῖσι
δʼ
ἄφαρ
πόλεμος
γλυκίων
γένετʼ
ἠὲ
νέεσθαι
ἐν
νηυσὶ
γλαφυρῇσι
φίλην
ἐς
πατρίδα
γαῖαν
.
ἠΰτε
πῦρ
ἀΐδηλον
ἐπιφλέγει
ἄσπετον
ὕλην
455
οὔρεος
ἐν
κορυφῇς
,
ἕκαθεν
δέ
τε
φαίνεται
αὐγή
,
ὣς
τῶν
ἐρχομένων
ἀπὸ
χαλκοῦ
θεσπεσίοιο
αἴγλη
παμφανόωσα
διʼ
αἰθέρος
οὐρανὸν
ἷκε
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.