ὣς
ὃ
γέρων
ὄτρυνε
πάλαι
πολέμων
ἐῢ
εἰδώς
·
310
καὶ
τὸν
μὲν
γήθησεν
ἰδὼν
κρείων
Ἀγαμέμνων
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ὦ
γέρον
εἴθʼ
ὡς
θυμὸς
ἐνὶ
στήθεσσι
φίλοισιν
ὥς
τοι
γούναθʼ
ἕποιτο
,
βίη
δέ
τοι
ἔμπεδος
εἴη
·
ἀλλά
σε
γῆρας
τείρει
ὁμοίϊον
·
ὡς
ὄφελέν
τις
315
ἀνδρῶν
ἄλλος
ἔχειν
,
σὺ
δὲ
κουροτέροισι
μετεῖναι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
Ἀτρεΐδη
μάλα
μέν
τοι
ἐγὼν
ἐθέλοιμι
καὶ
αὐτὸς
ὣς
ἔμεν
ὡς
ὅτε
δῖον
Ἐρευθαλίωνα
κατέκταν
.
ἀλλʼ
οὔ
πως
ἅμα
πάντα
θεοὶ
δόσαν
ἀνθρώποισιν
·
320
εἰ
τότε
κοῦρος
ἔα
νῦν
αὖτέ
με
γῆρας
ὀπάζει
.
ἀλλὰ
καὶ
ὧς
ἱππεῦσι
μετέσσομαι
ἠδὲ
κελεύσω
βουλῇ
καὶ
μύθοισι
·
τὸ
γὰρ
γέρας
ἐστὶ
γερόντων
.
αἰχμὰς
δʼ
αἰχμάσσουσι
νεώτεροι
,
οἵ
περ
ἐμεῖο
ὁπλότεροι
γεγάασι
πεποίθασίν
τε
βίηφιν
.
325
ὣς
ἔφατʼ
,
Ἀτρεΐδης
δὲ
παρῴχετο
γηθόσυνος
κῆρ
.
εὗρʼ
υἱὸν
Πετεῶο
Μενεσθῆα
πλήξιππον
ἑσταότʼ
·
ἀμφὶ
δʼ
Ἀθηναῖοι
μήστωρες
ἀϋτῆς
·
αὐτὰρ
ὃ
πλησίον
ἑστήκει
πολύμητις
Ὀδυσσεύς
,
πὰρ
δὲ
Κεφαλλήνων
ἀμφὶ
στίχες
οὐκ
ἀλαπαδναὶ
330
ἕστασαν
·
οὐ
γάρ
πώ
σφιν
ἀκούετο
λαὸς
ἀϋτῆς
,
ἀλλὰ
νέον
συνορινόμεναι
κίνυντο
φάλαγγες
Τρώων
ἱπποδάμων
καὶ
Ἀχαιῶν
·
οἳ
δὲ
μένοντες
ἕστασαν
ὁππότε
πύργος
Ἀχαιῶν
ἄλλος
ἐπελθὼν
Τρώων
ὁρμήσειε
καὶ
ἄρξειαν
πολέμοιο
.
335
τοὺς
δὲ
ἰδὼν
νείκεσσεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
,
καί
σφεας
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ὦ
υἱὲ
Πετεῶο
διοτρεφέος
βασιλῆος
,
καὶ
σὺ
κακοῖσι
δόλοισι
κεκασμένε
κερδαλεόφρον
τίπτε
καταπτώσσοντες
ἀφέστατε
,
μίμνετε
δʼ
ἄλλους
;
340
σφῶϊν
μέν
τʼ
ἐπέοικε
μετὰ
πρώτοισιν
ἐόντας
ἑστάμεν
ἠδὲ
μάχης
καυστείρης
ἀντιβολῆσαι
·
πρώτω
γὰρ
καὶ
δαιτὸς
ἀκουάζεσθον
ἐμεῖο
,
ὁππότε
δαῖτα
γέρουσιν
ἐφοπλίζωμεν
Ἀχαιοί
.
ἔνθα
φίλʼ
ὀπταλέα
κρέα
ἔδμεναι
ἠδὲ
κύπελλα
345
οἴνου
πινέμεναι
μελιηδέος
ὄφρʼ
ἐθέλητον
·
νῦν
δὲ
φίλως
χʼ
ὁρόῳτε
καὶ
εἰ
δέκα
πύργοι
Ἀχαιῶν
ὑμείων
προπάροιθε
μαχοίατο
νηλέϊ
χαλκῷ
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Ἀτρεΐδη
ποῖόν
σε
ἔπος
φύγεν
ἕρκος
ὀδόντων
;
350
πῶς
δὴ
φῂς
πολέμοιο
μεθιέμεν
ὁππότʼ
Ἀχαιοὶ
Τρωσὶν
ἐφʼ
ἱπποδάμοισιν
ἐγείρομεν
ὀξὺν
Ἄρηα
;
ὄψεαι
αἴ
κʼ
ἐθέλῃσθα
καὶ
αἴ
κέν
τοι
τὰ
μεμήλῃ
Τηλεμάχοιο
φίλον
πατέρα
προμάχοισι
μιγέντα
Τρώων
ἱπποδάμων
·
σὺ
δὲ
ταῦτʼ
ἀνεμώλια
βάζεις
.
355
τὸν
δʼ
ἐπιμειδήσας
προσέφη
κρείων
Ἀγαμέμνων
ὡς
γνῶ
χωομένοιο
·
πάλιν
δʼ
ὅ
γε
λάζετο
μῦθον
·
διογενὲς
Λαερτιάδη
πολυμήχανʼ
Ὀδυσσεῦ
οὔτέ
σε
νεικείω
περιώσιον
οὔτε
κελεύω
·
οἶδα
γὰρ
ὥς
τοι
θυμὸς
ἐνὶ
στήθεσσι
φίλοισιν
360
ἤπια
δήνεα
οἶδε
·
τὰ
γὰρ
φρονέεις
ἅ
τʼ
ἐγώ
περ
.
ἀλλʼ
ἴθι
ταῦτα
δʼ
ὄπισθεν
ἀρεσσόμεθʼ
εἴ
τι
κακὸν
νῦν
εἴρηται
,
τὰ
δὲ
πάντα
θεοὶ
μεταμώνια
θεῖεν
.
ὣς
εἰπὼν
τοὺς
μὲν
λίπεν
αὐτοῦ
,
βῆ
δὲ
μετʼ
ἄλλους
.
εὗρε
δὲ
Τυδέος
υἱὸν
ὑπέρθυμον
Διομήδεα
365
ἑσταότʼ
ἔν
θʼ
ἵπποισι
καὶ
ἅρμασι
κολλητοῖσι
·
πὰρ
δέ
οἱ
ἑστήκει
Σθένελος
Καπανήϊος
υἱός
.
καὶ
τὸν
μὲν
νείκεσσεν
ἰδὼν
κρείων
Ἀγαμέμνων
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ὤ
μοι
Τυδέος
υἱὲ
δαΐφρονος
ἱπποδάμοιο
370
τί
πτώσσεις
,
τί
δʼ
ὀπιπεύεις
πολέμοιο
γεφύρας
;
οὐ
μὲν
Τυδέϊ
γʼ
ὧδε
φίλον
πτωσκαζέμεν
ἦεν
,
ἀλλὰ
πολὺ
πρὸ
φίλων
ἑτάρων
δηΐοισι
μάχεσθαι
,
ὡς
φάσαν
οἵ
μιν
ἴδοντο
πονεύμενον
·
οὐ
γὰρ
ἔγωγε
ἤντησʼ
οὐδὲ
ἴδον
·
περὶ
δʼ
ἄλλων
φασὶ
γενέσθαι
.
375
ἤτοι
μὲν
γὰρ
ἄτερ
πολέμου
εἰσῆλθε
Μυκήνας
ξεῖνος
ἅμʼ
ἀντιθέῳ
Πολυνείκεϊ
λαὸν
ἀγείρων
·
οἳ
δὲ
τότʼ
ἐστρατόωνθʼ
ἱερὰ
πρὸς
τείχεα
Θήβης
,
καί
ῥα
μάλα
λίσσοντο
δόμεν
κλειτοὺς
ἐπικούρους
·
οἳ
δʼ
ἔθελον
δόμεναι
καὶ
ἐπῄνεον
ὡς
ἐκέλευον
·
380
ἀλλὰ
Ζεὺς
ἔτρεψε
παραίσια
σήματα
φαίνων
.
οἳ
δʼ
ἐπεὶ
οὖν
ᾤχοντο
ἰδὲ
πρὸ
ὁδοῦ
ἐγένοντο
,
Ἀσωπὸν
δʼ
ἵκοντο
βαθύσχοινον
λεχεποίην
,
ἔνθʼ
αὖτʼ
ἀγγελίην
ἐπὶ
Τυδῆ
στεῖλαν
Ἀχαιοί
.
αὐτὰρ
ὃ
βῆ
,
πολέας
δὲ
κιχήσατο
Καδμεΐωνας
385
δαινυμένους
κατὰ
δῶμα
βίης
Ἐτεοκληείης
.
ἔνθʼ
οὐδὲ
ξεῖνός
περ
ἐὼν
ἱππηλάτα
Τυδεὺς
τάρβει
,
μοῦνος
ἐὼν
πολέσιν
μετὰ
Καδμείοισιν
,
ἀλλʼ
ὅ
γʼ
ἀεθλεύειν
προκαλίζετο
,
πάντα
δʼ
ἐνίκα
ῥηϊδίως
·
τοίη
οἱ
ἐπίρροθος
ἦεν
Ἀθήνη
.
390
οἳ
δὲ
χολωσάμενοι
Καδμεῖοι
κέντορες
ἵππων
ἂψ
ἄρʼ
ἀνερχομένῳ
πυκινὸν
λόχον
εἷσαν
ἄγοντες
κούρους
πεντήκοντα
·
δύω
δʼ
ἡγήτορες
ἦσαν
,
Μαίων
Αἱμονίδης
ἐπιείκελος
ἀθανάτοισιν
,
υἱός
τʼ
Αὐτοφόνοιο
μενεπτόλεμος
Πολυφόντης
.
395
Τυδεὺς
μὲν
καὶ
τοῖσιν
ἀεικέα
πότμον
ἐφῆκε
·
πάντας
ἔπεφνʼ
,
ἕνα
δʼ
οἶον
ἵει
οἶκον
δὲ
νέεσθαι
·
Μαίονʼ
ἄρα
προέηκε
θεῶν
τεράεσσι
πιθήσας
.
τοῖος
ἔην
Τυδεὺς
Αἰτώλιος
·
ἀλλὰ
τὸν
υἱὸν
γείνατο
εἷο
χέρεια
μάχῃ
,
ἀγορῇ
δέ
τʼ
ἀμείνω
.
400
ὣς
φάτο
,
τὸν
δʼ
οὔ
τι
προσέφη
κρατερὸς
Διομήδης
αἰδεσθεὶς
βασιλῆος
ἐνιπὴν
αἰδοίοιο
·
τὸν
δʼ
υἱὸς
Καπανῆος
ἀμείψατο
κυδαλίμοιο
·
Ἀτρεΐδη
μὴ
ψεύδεʼ
ἐπιστάμενος
σάφα
εἰπεῖν
·
ἡμεῖς
τοι
πατέρων
μέγʼ
ἀμείνονες
εὐχόμεθʼ
εἶναι
·
405
ἡμεῖς
καὶ
Θήβης
ἕδος
εἵλομεν
ἑπταπύλοιο
παυρότερον
λαὸν
ἀγαγόνθʼ
ὑπὸ
τεῖχος
ἄρειον
,
πειθόμενοι
τεράεσσι
θεῶν
καὶ
Ζηνὸς
ἀρωγῇ
·
κεῖνοι
δὲ
σφετέρῃσιν
ἀτασθαλίῃσιν
ὄλοντο
·
τὼ
μή
μοι
πατέρας
ποθʼ
ὁμοίῃ
ἔνθεο
τιμῇ
.
410
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
κρατερὸς
Διομήδης
·
τέττα
,
σιωπῇ
ἧσο
,
ἐμῷ
δʼ
ἐπιπείθεο
μύθῳ
·
οὐ
γὰρ
ἐγὼ
νεμεσῶ
Ἀγαμέμνονι
ποιμένι
λαῶν
ὀτρύνοντι
μάχεσθαι
ἐϋκνήμιδας
Ἀχαιούς
·
τούτῳ
μὲν
γὰρ
κῦδος
ἅμʼ
ἕψεται
εἴ
κεν
Ἀχαιοὶ
415
Τρῶας
δῃώσωσιν
ἕλωσί
τε
Ἴλιον
ἱρήν
,
τούτῳ
δʼ
αὖ
μέγα
πένθος
Ἀχαιῶν
δῃωθέντων
.
ἀλλʼ
ἄγε
δὴ
καὶ
νῶϊ
μεδώμεθα
θούριδος
ἀλκῆς
.
ἦ
ῥα
καὶ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
·
δεινὸν
δʼ
ἔβραχε
χαλκὸς
ἐπὶ
στήθεσσιν
ἄνακτος
420
ὀρνυμένου
·
ὑπό
κεν
ταλασίφρονά
περ
δέος
εἷλεν
.
ὡς
δʼ
ὅτʼ
ἐν
αἰγιαλῷ
πολυηχέϊ
κῦμα
θαλάσσης
ὄρνυτʼ
ἐπασσύτερον
Ζεφύρου
ὕπο
κινήσαντος
·
πόντῳ
μέν
τε
πρῶτα
κορύσσεται
,
αὐτὰρ
ἔπειτα
χέρσῳ
ῥηγνύμενον
μεγάλα
βρέμει
,
ἀμφὶ
δέ
τʼ
ἄκρας
425
κυρτὸν
ἐὸν
κορυφοῦται
,
ἀποπτύει
δʼ
ἁλὸς
ἄχνην
·
ὣς
τότʼ
ἐπασσύτεραι
Δαναῶν
κίνυντο
φάλαγγες
νωλεμέως
πόλεμον
δέ
·
κέλευε
δὲ
οἷσιν
ἕκαστος
ἡγεμόνων
·
οἳ
δʼ
ἄλλοι
ἀκὴν
ἴσαν
,
οὐδέ
κε
φαίης
τόσσον
λαὸν
ἕπεσθαι
ἔχοντʼ
ἐν
στήθεσιν
αὐδήν
,
430
σιγῇ
δειδιότες
σημάντορας
·
ἀμφὶ
δὲ
πᾶσι
τεύχεα
ποικίλʼ
ἔλαμπε
,
τὰ
εἱμένοι
ἐστιχόωντο
.
Τρῶες
δʼ
,
ὥς
τʼ
ὄϊες
πολυπάμονος
ἀνδρὸς
ἐν
αὐλῇ
μυρίαι
ἑστήκασιν
ἀμελγόμεναι
γάλα
λευκὸν
ἀζηχὲς
μεμακυῖαι
ἀκούουσαι
ὄπα
ἀρνῶν
,
435
ὣς
Τρώων
ἀλαλητὸς
ἀνὰ
στρατὸν
εὐρὺν
ὀρώρει
·
οὐ
γὰρ
πάντων
ἦεν
ὁμὸς
θρόος
οὐδʼ
ἴα
γῆρυς
,
ἀλλὰ
γλῶσσα
μέμικτο
,
πολύκλητοι
δʼ
ἔσαν
ἄνδρες
.
ὄρσε
δὲ
τοὺς
μὲν
Ἄρης
,
τοὺς
δὲ
γλαυκῶπις
Ἀθήνη
Δεῖμός
τʼ
ἠδὲ
Φόβος
καὶ
Ἔρις
ἄμοτον
μεμαυῖα
,
440
Ἄρεος
ἀνδροφόνοιο
κασιγνήτη
ἑτάρη
τε
,
ἥ
τʼ
ὀλίγη
μὲν
πρῶτα
κορύσσεται
,
αὐτὰρ
ἔπειτα
οὐρανῷ
ἐστήριξε
κάρη
καὶ
ἐπὶ
χθονὶ
βαίνει
·
ἥ
σφιν
καὶ
τότε
νεῖκος
ὁμοίϊον
ἔμβαλε
μέσσῳ
ἐρχομένη
καθʼ
ὅμιλον
ὀφέλλουσα
στόνον
ἀνδρῶν
.
445
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.