οἳ
δʼ
Ἀσπληδόνα
ναῖον
ἰδʼ
Ὀρχομενὸν
Μινύειον
,
τῶν
ἦρχʼ
Ἀσκάλαφος
καὶ
Ἰάλμενος
υἷες
Ἄρηος
οὓς
τέκεν
Ἀστυόχη
δόμῳ
Ἄκτορος
Ἀζεΐδαο
,
παρθένος
αἰδοίη
ὑπερώϊον
εἰσαναβᾶσα
Ἄρηϊ
κρατερῷ
·
ὃ
δέ
οἱ
παρελέξατο
λάθρῃ
·
515
τοῖς
δὲ
τριήκοντα
γλαφυραὶ
νέες
ἐστιχόωντο
.
αὐτὰρ
Φωκήων
Σχεδίος
καὶ
Ἐπίστροφος
ἦρχον
υἷες
Ἰφίτου
μεγαθύμου
Ναυβολίδαο
,
οἳ
Κυπάρισσον
ἔχον
Πυθῶνά
τε
πετρήεσσαν
Κρῖσάν
τε
ζαθέην
καὶ
Δαυλίδα
καὶ
Πανοπῆα
,
520
οἵ
τʼ
Ἀνεμώρειαν
καὶ
Ὑάμπολιν
ἀμφενέμοντο
,
οἵ
τʼ
ἄρα
πὰρ
ποταμὸν
Κηφισὸν
δῖον
ἔναιον
,
οἵ
τε
Λίλαιαν
ἔχον
πηγῇς
ἔπι
Κηφισοῖο
·
τοῖς
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
οἳ
μὲν
Φωκήων
στίχας
ἵστασαν
ἀμφιέποντες
,
525
Βοιωτῶν
δʼ
ἔμπλην
ἐπʼ
ἀριστερὰ
θωρήσσοντο
.
Λοκρῶν
δʼ
ἡγεμόνευεν
Ὀϊλῆος
ταχὺς
Αἴας
μείων
,
οὔ
τι
τόσος
γε
ὅσος
Τελαμώνιος
Αἴας
ἀλλὰ
πολὺ
μείων
·
ὀλίγος
μὲν
ἔην
λινοθώρηξ
,
ἐγχείῃ
δʼ
ἐκέκαστο
Πανέλληνας
καὶ
Ἀχαιούς
·
530
οἳ
Κῦνόν
τʼ
ἐνέμοντʼ
Ὀπόεντά
τε
Καλλίαρόν
τε
Βῆσσάν
τε
Σκάρφην
τε
καὶ
Αὐγειὰς
ἐρατεινὰς
Τάρφην
τε
Θρόνιον
τε
Βοαγρίου
ἀμφὶ
ῥέεθρα
·
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
Λοκρῶν
,
οἳ
ναίουσι
πέρην
ἱερῆς
Εὐβοίης
.
535
οἳ
δʼ
Εὔβοιαν
ἔχον
μένεα
πνείοντες
Ἄβαντες
Χαλκίδα
τʼ
Εἰρέτριάν
τε
πολυστάφυλόν
θʼ
Ἱστίαιαν
Κήρινθόν
τʼ
ἔφαλον
Δίου
τʼ
αἰπὺ
πτολίεθρον
,
οἵ
τε
Κάρυστον
ἔχον
ἠδʼ
οἳ
Στύρα
ναιετάασκον
,
τῶν
αὖθʼ
ἡγεμόνευʼ
Ἐλεφήνωρ
ὄζος
Ἄρηος
540
Χαλκωδοντιάδης
μεγαθύμων
ἀρχὸς
Ἀβάντων
.
τῷ
δʼ
ἅμʼ
Ἄβαντες
ἕποντο
θοοὶ
ὄπιθεν
κομόωντες
αἰχμηταὶ
μεμαῶτες
ὀρεκτῇσιν
μελίῃσι
θώρηκας
ῥήξειν
δηΐων
ἀμφὶ
στήθεσσι
·
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
545
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.